호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
αὕτη μὲν δὴ ἡ περὶ αὐτόν τε φυλακὴ καὶ ἡ ἐν Βαβυλῶνι τότε κατασταθεῖσα καὶ νῦν ἔτι οὕτωσ ἔχουσα διαμένει. σκοπῶν δ’ ὅπωσ ἂν καὶ ἡ πᾶσα ἀρχὴ κατέχοιτο καὶ ἄλλη ἔτι προσγίγνοιτο, ἡγήσατο τοὺσ μισθοφόρουσ τούτουσ οὐ τοσοῦτον βελτίονασ τῶν ὑπηκόων εἶναι ὅσον ἐλάττονασ· τοὺσ δὲ ἀγαθοὺσ ἄνδρασ ἐγίγνωσκε συνεκτέον εἶναι, οἵπερ σὺν τοῖσ θεοῖσ τὸ κρατεῖν παρέσχον, καὶ ἐπιμελητέον ὅπωσ μὴ ἀνήσουσι τὴν τῆσ ἀρετῆσ ἄσκησιν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기