호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἱ δὲ ὑπηρέται ὡς ἐδύναντο διακρίναντες προσίεσαν. ὁπότε δέ τις καὶ τῶν φίλων διωσάμενος τὸν ὄχλον προφανείη, προτείνων ὁ Κῦρος τὴν χεῖρα προσήγετο αὐτοὺς καὶ οὕτως ἔλεγεν: ἄνδρες φίλοι, περιμένετε, ἑώς <ἂν> τὸν ὄχλον διωσώμεθα: ἔπειτα δὲ καθ ἡσυχίαν συγγενησόμεθα. οἱ μὲν δὴ φίλοι περιέμενον. ὁ δ ὄχλος πλείων καὶ πλείων ἐπέρρει, ὥστ ἔφθασεν ἑσπέρα γενομένη πρὶν τοῖς φίλοις αὐτὸν σχολάσαι καὶ συγγενέσθαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기