- 텍스트

Xenophon, Cyropaedia, Κύρου Παιδείας Β?, chapter 3 8:

(크세노폰, Cyropaedia, Κύρου Παιδείας Β, chapter 3 8:)

ἐγὼ δ, ἔφη, οὔτε ποσίν εἰμι ταχὺς οὔτε χερσὶν ἰσχυρός, γιγνώσκω τε ὅτι ἐξ ὧν ἂν ἐγὼ τῷ ἐμῷ σώματι ποιήσω, οὐ κριθείην οὔτε ἂν πρῶτος οὔτε ἂν δεύτερος, οἶμαι δ οὐδ ἂν χιλιοστός, ἴσως δ οὐδ ἂν μυριοστός: ἀλλὰ καὶ ἐκεῖνο, ἔφη, σαφῶς ἐπίσταμαι ὅτι εἰ μὲν οἱ δυνατοὶ ἐρρωμένως ἀντιλήψονται τῶν πραγμάτων, ἀγαθοῦ τινός μοι μετέσται τοσοῦτον μέρος ὅσον ἂν δίκαιον ᾖ: εἰ δ οἱ μὲν κακοὶ μηδὲν ποιήσουσιν, οἱ δ ἀγαθοὶ καὶ δυνατοὶ ἀθύμως ἕξουσι, δέδοικα, ἔφη, μὴ ἄλλου τινὸς μᾶλλον ἢ τοῦ ἀγαθοῦ μεθέξω πλέον μέρος ἢ ἐγὼ βούλομαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION