호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀνάγκη γὰρ οὖν, ἔφη ὁ Κυαξάρησ· οὐκοῦν ἐν τούτῳ μὲν τῶν πλειόνων ἡ νίκη· πολὺ γὰρ ἂν θᾶττον οἱ ὀλίγοι ὑπὸ τῶν πολλῶν τιτρωσκόμενοι ἀναλωθείησαν ἢ οἱ πολλοὶ ὑπὸ τῶν ὀλίγων· εἰ οὖν οὕτωσ ἔχει, ὦ Κῦρε, τί ἂν ἄλλο τισ κρεῖττον εὑρ́οι ἢ πέμπειν ἐσ Πέρσασ, καὶ ἅμα μὲν διδάσκειν αὐτοὺσ ὅτι εἴ τι πείσονται Μῆδοι, εἰσ Πέρσασ τὸ δεινὸν ἥξει, ἅμα δὲ αἰτεῖν πλέον στράτευμα; ἀλλὰ τοῦτο μέν, ἔφη ὁ Κῦροσ, εὖ ἴσθι ὅτι, οὐδ’ εἰ πάντεσ ἔλθοιεν Πέρσαι, πλήθει γε οὐχ ὑπερβαλοίμεθ’ ἂν τοὺσ πολεμίουσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기