호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἴμοι:? τὸ μὲν νοσοῦντι θυμοῦσθαι κακόν, τὸ δ ὧδ ὁρᾶν φρονοῦντα τίς ποτ ἂν φέροι· ὡς ἐργασείων οὐδὲν ὧν λέγω θροεῖς. τίς γάρ ποθ, ἥ μοι μητρὶ μὲν θανεῖν μόνη μεταίτιος σοί τ αὖθις ὡς ἔχεις ἔχειν, τίς ταῦτ ἄν, ὅστις μὴ ξ ἀλαστόρων νοσοῖ, ἕλοιτο· κρεῖσσον κἀμέ γ, ὦ πάτερ, θανεῖν ἢ τοῖσιν ἐχθίστοισι συνναίειν ὁμοῦ. ἁνὴρ ὅδ, ὡς ἐοίκεν, οὐ νεμεῖν ἐμοὶ φθίνοντι μοῖραν: ἀλλά τοι θεῶν ἀρὰ μενεῖ ς ἀπιστήσαντα τοῖς ἐμοῖς λόγοις. ὤμοι, τάχ, ὡς ἐοίκας, ὡς νοσεῖς φράσεις. σὺ γάρ μ ἀπ εὐνασθέντος ἐκκινεῖς κακοῦ. δείλαιος, ὡς ἐς πολλὰ τἀπορεῖν ἔχω. οὐ γὰρ δικαιοῖς τοῦ φυτεύσαντος κλύειν. ἀλλ ἐκδιδαχθῶ δῆτα δυσσεβεῖν, πάτερ· οὐ δυσσέβεια, τοὐμὸν εἰ τέρψεις κέαρ. πράσσειν ἄνωγας οὖν με πανδίκως τάδε· ἔγωγε: τούτων μάρτυρας καλῶ θεούς. τοιγὰρ ποήσω κοὐκ ἀπώσομαι, τὸ σὸν θεοῖσι δεικνὺς ἔργον: οὐ γὰρ ἄν ποτε κακὸς φανείην σοί γε πιστεύσας, πάτερ. καλῶς τελευτᾷς, κἀπὶ τοῖσδε τὴν χάριν ταχεῖαν, ὦ παῖ, πρόσθες, ὡς πρὶν ἐμπεσεῖν σπαραγμὸν ἤ τιν οἶστρον, ἐς πυράν με θῇς. ἄγ ἐγκονεῖτ, αἴρεσθε: παῦλά τοι κακῶν αὕτη, τελευτὴ τοῦδε τἀνδρὸς ὑστάτη. ἀλλ οὐδὲν εἴργει σοὶ τελειοῦσθαι τάδε, ἐπεὶ κελεύεις κἀξαναγκάζεις, πάτερ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기