- 텍스트

Sophocles, Trachiniae, episode 4:

(소포클레스, 트라키니아이, episode 4:)

σὺ δ οὖν ἄκουε τοὔργον:? ἐξήκεις δ ἵνα φανεῖς ὁποῖος ὢν ἀνὴρ ἐμὸς καλεῖ. ἐμοὶ γὰρ ἦν πρόφαντον ἐκ πατρὸς πάλαι, τῶν ἐμπνεόντων μηδενὸς θανεῖν ὕπο, ἀλλ ὅστις Αἵδου φθίμενος οἰκήτωρ πέλοι. ὅδ οὖν ὁ θὴρ Κένταυρος, ὡς τὸ θεῖον ἦν πρόφαντον, οὕτω ζῶντά μ ἔκτεινεν θανών. φανῶ δ ἐγὼ τούτοισι συμβαίνοντ ἴσα μαντεῖα καινά, τοῖς πάλαι ξυνήγορα, ἃ τῶν ὀρείων καὶ χαμαικοιτῶν ἐγὼ Σελλῶν ἐσελθὼν ἄλσος εἰσεγραψάμην πρὸς τῆς πατρῴας καὶ πολυγλώσσου δρυός, ἥ μοι χρόνῳ τῷ ζῶντι καὶ παρόντι νῦν ἔφασκε μόχθων τῶν ἐφεστώτων ἐμοὶ λύσιν τελεῖσθαι: κἀδόκουν πράξειν καλῶς. τὸ δ ἦν ἄρ οὐδὲν ἄλλο πλὴν θανεῖν ἐμέ. τοῖς γὰρ θανοῦσι μόχθος οὐ προσγίγνεται. ταῦτ οὖν ἐπειδὴ λαμπρὰ συμβαίνει, τέκνον, δεῖ ς αὖ γενέσθαι τῷδε τἀνδρὶ σύμμαχον καὶ μὴ πιμεῖναι τοὐμὸν ὀξῦναι στόμα, ἀλλ αὐτὸν εἰκαθόντα συμπράσσειν, νόμον κάλλιστον ἐξευρόντα, πειθαρχεῖν πατρί.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION