호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ τλῆμον Ἑλλάς, πένθος οἱο῀ν εἰσορῶ ἕξουσαν, ἀνδρὸς τοῦδέ γ εἰ σφαλήσεται.? ἐπεὶ παρέσχες ἀντιφωνῆσαι, πάτερ, σιγὴν παρασχὼν κλῦθί μου, νοσῶν ὅμως: αἰτήσομαι γάρ ς ὧν δίκαια τυγχάνειν. δός μοι σεαυτόν, μὴ τοσοῦτον ὡς δάκνει θυμῷ δύσοργος: οὐ γὰρ ἂν γνοίης ἐν οἷς χαίρειν προθυμεῖ κἀν ὅτοις ἀλγεῖς μάτην. εἰπὼν ὃ χρῄζεις λῆξον: ὡς ἐγὼ νοσῶν οὐδὲν ξυνίημ ὧν σὺ ποικίλλεις πάλαι. τῆς μητρὸς ἥκω τῆς ἐμῆς φράσων ἐν οἷς νῦν ἐστιν ὥς θ ἥμαρτεν οὐχ ἑκουσία. ὦ παγκάκιστε, καὶ παρεμνήσω γὰρ αὖ τῆς πατροφόντου μητρός, ὡς κλύειν ἐμέ· ἔχει γὰρ οὕτως ὥστε μὴ σιγᾶν πρέπειν. οὐ δῆτα τοῖς γε πρόσθεν ἡμαρτημένοις. ἀλλ οὐδὲ μὲν δὴ τοῖς γ ἐφ ἡμέραν ἐρεῖς. λέγ, εὐλαβοῦ δὲ μὴ φανῇς κακὸς γεγώς. λέγω: τέθνηκεν ἀρτίως νεοσφαγής. πρὸς τοῦ· τέρας τοι διὰ κακῶν ἐθέσπισας. αὐτὴ πρὸς αὑτῆς, οὐδενὸς πρὸς ἐκτόπου. οἴμοι: πρὶν ὡς χρῆν σφ ἐξ ἐμῆς θανεῖν χερός· κἂν σοῦ στραφείη θυμός, εἰ τὸ πᾶν μάθοις. δεινοῦ λόγου κατῆρξας: εἰπὲ δ ᾗ νοεῖς. ἅπαν τὸ χρῆμ, ἥμαρτε χρηστὰ μωμένη. χρήστ, ὦ κάκιστε, πατέρα σὸν κτείνασα δρᾷ· στέργημα γὰρ δοκοῦσα προσβαλεῖν σέθεν ἀπήμπλαχ, ὡς προσεῖδε τοὺς ἔνδον γάμους. καὶ τίς τοσοῦτος φαρμακεὺς Τραχινίων· Νέσσος πάλαι Κένταυρος ἐξέπεισέ νιν τοιῷδε φίλτρῳ τὸν σὸν ἐκμῆναι πόθον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기