- 텍스트

Sophocles, Trachiniae, episode 1:

(소포클레스, 트라키니아이, episode 1:)

καὶ νῦν προσελθὼν στῆθι πλησίον πατρός, σκέψαι θ ὁποίας ταῦτα συμφορᾶς ὕπο πέπονθα:? δείξω γὰρ τάδ ἐκ καλυμμάτων. ἰδού, θεᾶσθε πάντες ἄθλιον δέμας, ὁρᾶτε τὸν δύστηνον, ὡς οἰκτρῶς ἔχω. αἰαῖ, ἆ τάλας, ἔθαλψεν ἄτης σπασμὸς ἀρτίως ὅδ αὖ, διῇξε πλευρῶν, οὐδ ἀγύμναστόν μ ἐᾶν ἐοίκεν ἡ τάλαινα διάβορος νόσος. ὦναξ Αἴδη, δέξαι μ, ὦ Διὸς ἀκτίς, παῖσον, ἔνσεισον, ὦναξ, ἐγκατάσκηψον βέλος, πάτερ, κεραυνοῦ: δαίνυται γὰρ αὖ πάλιν, ἤνθηκεν, ἐξωρμήκεν. ὦ χέρες χέρες, ὦ νῶτα καὶ στέρν, ὦ φίλοι βραχίονες, ὑμεῖς δὲ κεῖνοι δὴ καθέσταθ, οἵ ποτε Νεμέας ἔνοικον, βουκόλων ἀλάστορα λέοντ, ἄπλατον θρέμμα κἀπροσήγορον, βίᾳ κατειργάσασθε, Λερναίαν θ ὕδραν, διφυῆ τ ἄμικτον ἱπποβάμονα στρατὸν θηρῶν, ὑβριστὴν ἄνομον, ὑπέροχον βίαν, Ἐρυμάνθιόν τε θῆρα, τόν θ ὑπὸ χθονὸς Αἵδου τρίκρανον σκύλακ, ἀπρόσμαχον τέρας, δεινῆς Ἐχίδνης θρέμμα, τόν τε χρυσέων δράκοντα μήλων φύλακ ἐπ ἐσχάτοις τόποις. ἄλλων τε μόχθων μυρίων ἐγευσάμην, κοὐδεὶς τροπαῖ ἔστησε τῶν ἐμῶν χερῶν. νῦν δ ὧδ ἄναρθρος καὶ κατερρακωμένος τυφλῆς ὑπ ἄτης ἐκπεπόρθημαι τάλας, ὁ τῆς ἀρίστης μητρὸς ὠνομασμένος, ὁ τοῦ κατ ἄστρα Ζηνὸς αὐδηθεὶς γόνος. ἀλλ εὖ γέ τοι τόδ ἴστε, κἂν τὸ μηδὲν ὦ κἂν μηδὲν ἑρ´πω, τήν γε δράσασαν τάδε χειρώσομαι κἀκ τῶνδε: προσμόλοι μόνον, ἵν ἐκδιδαχθῇ πᾶσιν ἀγγέλλειν ὅτι καὶ ζῶν κακούς γε καὶ θανὼν ἐτισάμην.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION