- 텍스트

Sophocles, Trachiniae, episode

(소포클레스, 트라키니아이, episode)

κλύους ἔφριξα τάσδε συμφοράς, φίλαι, ἄνακτος, οἱαίς οἱο῀ς ὢν ἐλαύνεται.? ὦ πολλὰ δὴ καὶ θερμὰ κοὐ λόγῳ κακὰ καὶ χερσὶ καὶ νώτοισι μοχθήσας ἐγώ: κοὔπω τοιοῦτον οὔτ ἄκοιτις ἡ Διὸς προύθηκεν οὔθ ὁ στυγνὸς Εὐρυσθεὺς ἐμοί, οἱο῀ν τόδ ἡ δολῶπις Οἰνέως κόρη καθῆψεν ὤμοις τοῖς ἐμοῖς Ἐρινύων ὑφαντὸν ἀμφίβληστρον, ᾧ διόλλυμαι. πλευραῖσι γὰρ προσμαχθὲν ἐκ μὲν ἐσχάτας βέβρωκε σάρκας, πλεύμονός τ ἀρτηρίας ῥοφεῖ ξυνοικοῦν, ἐκ δὲ χλωρὸν αἷμά μου πέπωκεν ἤδη, καὶ διέφθαρμαι δέμας τὸ πᾶν, ἀφράστῳ τῇδε χειρωθεὶς πέδῃ. κοὐ ταῦτα λόγχη πεδιάς, οὔθ ὁ γηγενὴς στρατὸς Γιγάντων οὔτε θήρειος βία, οὔθ Ἑλλὰς οὔτ ἄγλωσσος οὔθ ὅσην ἐγὼ γαῖαν καθαίρων ἱκόμην, ἔδρασέ πω: γυνὴ δέ, θῆλυς φῦσα κοὐκ ἀνδρὸς φύσιν, μόνη με δὴ καθεῖλε φασγάνου δίχα. ὦ παῖ, γενοῦ μοι παῖς ἐτήτυμος γεγώς, καὶ μὴ τὸ μητρὸς ὄνομα πρεσβεύσῃς πλέον. δός μοι χεροῖν σαῖν αὐτὸς ἐξ οἴκου λαβὼν ἐς χεῖρα τὴν τεκοῦσαν, ὡς εἰδῶ σάφα εἰ τοὐμὸν ἀλγεῖς μᾶλλον ἢ κείνης ὁρῶν λωβητὸν εἶδος ἐν δίκῃ κακούμενον. ἴθ, ὦ τέκνον, τόλμησον: οἴκτιρόν τέ με πολλοῖσιν οἰκτρόν, ὅστις ὥστε παρθένος βέβρυχα κλαίων, καὶ τόδ οὐδ ἂν εἷς ποτε τόνδ ἄνδρα φαίη πρόσθ ἰδεῖν δεδρακότα, ἀλλ ἀστένακτος αἰὲν εἱπόμην κακοῖς. νῦν δ ἐκ τοιούτου θῆλυς ηὑρ´ημαι τάλας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION