호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἅπας δ ἀνηυφήμησεν οἰμωγῇ λεώς, τοῦ μὲν νοσοῦντος, τοῦ δὲ διαπεπραγμένου:? κοὐδεὶς ἐτόλμα τἀνδρὸς ἀντίον μολεῖν. ἐσπᾶτο γὰρ πέδονδε καὶ μετάρσιος, βοῶν, ἰύζων: ἀμφὶ δ ἐκτύπουν πέτραι, Λοκρῶν τ ὄρειοι πρῶνες Εὐβοίας τ ἄκραι. ἐπεὶ δ ἀπεῖπε, πολλὰ μὲν τάλας χθονὶ ῥίπτων ἑαυτόν, πολλὰ δ οἰμωγῇ βοῶν, τὸ δυσπάρευνον λέκτρον ἐνδατούμενος σοῦ τῆς ταλαίνης, καὶ τὸν Οἰνέως γάμον οἱο῀ν κατακτήσαιτο λυμαντὴν βίου, τότ ἐκ προσέδρου λιγνύος διάστροφον ὀφθαλμὸν ἄρας εἶδέ μ ἐν πολλῷ στρατῷ δακρυρροοῦντα, καί με προσβλέψας καλεῖ: ὦ παῖ, πρόσελθε, μὴ φύγῃς τοὐμὸν κακόν, μηδ εἴ σε χρὴ θανόντι συνθανεῖν ἐμοί: ἀλλ ἆρον ἔξω, καὶ μάλιστα μέν με θὲς ἐνταῦθ ὅπου με μή τις ὄψεται βροτῶν: εἰ δ οἶκτον ἴσχεις, ἀλλά μ ἔκ γε τῆσδε γῆς πόρθμευσον ὡς τάχιστα, μηδ αὐτοῦ θάνω. τοσαῦτ ἐπισκήψαντος, ἐν μέσῳ σκάφει θέντες σφε πρὸς γῆν τήνδ ἐκέλσαμεν μόλις βρυχώμενον σπασμοῖσι: καί νιν αὐτίκα ἢ ζῶντ ἐσόψεσθ ἢ τεθνηκότ ἀρτίως. τοιαῦτα, μῆτερ, πατρὶ βουλεύσας ἐμῷ καὶ δρῶς ἐλήφθης, ὧν σε ποίνιμος Δίκη τίσαιτ Ἐρινύς τ. εἰ θέμις δ, ἐπεύχομαι: θέμις δ, ἐπεί μοι τὴν θέμιν σὺ προύβαλες, πάντων ἄριστον ἄνδρα τῶν ἐπὶ χθονὶ κτείνας, ὁποῖον ἄλλον οὐκ ὄψει ποτέ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기