- 텍스트

Sophocles, Trachiniae, episode 3:

(소포클레스, 트라키니아이, episode 3:)

ταρβεῖν μὲν ἔργα δείν ἀναγκαίως ἔχει, τὴν δ ἐλπίδ οὐ χρὴ τῆς τύχης κρίνειν πάρος.? οὐκ ἔστιν ἐν τοῖς μὴ καλοῖς βουλεύμασιν οὐδ ἐλπίς, ἥτις καὶ θράσος τι προξενεῖ. ἀλλ ἀμφὶ τοῖς σφαλεῖσι μὴ ξ ἑκουσίας ὀργὴ πέπειρα, τῆς σε τυγχάνειν πρέπει. τοιαῦτα δ ἂν λέξειεν οὐχ ὁ τοῦ κακοῦ κοινωνός, ἀλλ ᾧ μηδέν ἐστ οἴκοι βαρύ. σιγᾶν ἂν ἁρμόζοι σε τὸν πλείω λόγον, εἰ μή τι λέξεις παιδὶ τῷ σαυτῆς: ἐπεὶ πάρεστι, μαστὴρ πατρὸς ὃς πρὶν ᾤχετο. ὦ μῆτερ, ὡς ἂν ἐκ τριῶν ς ἓν εἱλόμην, ἢ μηκέτ εἶναι ζῶσαν, ἢ σεσωσμένην ἄλλου κεκλῆσθαι μητέρ, ἢ λῴους φρένας τῶν νῦν παρουσῶν τῶνδ ἀμείψασθαί ποθεν. τί δ ἐστίν, ὦ παῖ, πρός γ ἐμοῦ στυγούμενον· τὸν ἄνδρα τὸν σὸν ἴσθι, τὸν δ ἐμὸν λέγω πατέρα, κατακτείνασα τῇδ ἐν ἡμέρᾳ. οἴμοι, τιν ἐξήνεγκας, ὦ τέκνον, λόγον· ὃν οὐχ οἱό῀ν τε μὴ οὐ τελεσθῆναι: τὸ γὰρ φανθὲν τίς ἂν δύναιτ ἂν ἀγένητον ποεῖν· πῶς εἶπας, ὦ παῖ· τοῦ παρ ἀνθρώπων μαθὼν ἄζηλον οὕτως ἔργον εἰργάσθαι με φής· αὐτὸς βαρεῖαν ξυμφορὰν ἐν ὄμμασιν πατρὸς δεδορκὼς κοὐ κατὰ γλῶσσαν κλύων. ποῦ δ ἐμπελάζεις τἀνδρὶ καὶ παρίστασαι·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION