- 텍스트

Sophocles, Trachiniae, episode 1:

(소포클레스, 트라키니아이, episode 1:)

τοιοῦτον ἐκβέβηκεν οἱο῀ν, ἢν φράσω, γυναῖκες, ὑμᾶς θαῦμ ἀνέλπιστον μαθεῖν.? ᾧ γὰρ τὸν ἐνδυτῆρα πέπλον ἀρτίως ἔχριον, ἀργὴς οἰὸς εὐέρου πόκος, τοῦτ ἠφάνισται διάβορον πρὸς οὐδενὸς τῶν ἔνδον, ἀλλ ἐδεστὸν ἐξ αὑτοῦ φθίνει, καὶ ψῇ κατ ἄκρας σπιλάδος: ὡς δ εἰδῇς ἅπαν, ᾗ τοῦτ ἐπράχθη, μείζον ἐκτενῶ λόγον. ἐγὼ γὰρ ὧν ὁ θήρ με Κένταυρος, πονῶν πλευρὰν πικρᾷ γλωχῖνι, προυδιδάξατο παρῆκα θεσμῶν οὐδέν, ἀλλ ἐσῳζόμην χαλκῆς ὅπως δύσνιπτον ἐκ δέλτου γραφήν. καί μοι τάδ ἦν πρόρρητα καὶ τοιαῦτ ἔδρων: τὸ φάρμακον τοῦτ ἄπυρον ἀκτῖνός τ ἀεὶ θερμῆς ἄθικτον ἐν μυχοῖς σῴζειν ἐμέ, ἑώς νιν ἀρτίχριστον ἁρμόσαιμί που. κἄδρων τοιαῦτα. νῦν δ, ὅτ ἦν ἐργαστέον, ἔχρισα μὲν κατ οἶκον ἐν δόμοις κρυφῇ μαλλῷ, σπάσασα κτησίου βοτοῦ λάχνην, κἄθηκα συμπτύξας ἀλαμπὲς ἡλίου κοίλῳ ζυγάστρῳ δῶρον, ὥσπερ εἴδετε. εἴσω δ ἀποστείχουσα δέρκομαι φάτιν ἄφραστον, ἀξύμβλητον ἀνθρώπῳ μαθεῖν. τὸ γὰρ κάταγμα τυγχάνω ῥίψασά πως τῆς οἰός, ᾧ προύχριον, ἐς μέσην φλόγα, ἀκτῖν ἐς ἡλιῶτιν: ὡς δ ἐθάλπετο, ῥεῖ πᾶν ἄδηλον καὶ κατέψηκται χθονί, μορφῇ μάλιστ εἰκαστὸν ὥστε πρίονος ἐκβρώματ ἂν βλέψειας ἐν τομῇ ξύλου. τοιόνδε κεῖται προπετές: ἐκ δὲ γῆς, ὅθεν προύκειτ, ἀναζέουσι θρομβώδεις ἀφροί, γλαυκῆς ὀπώρας ὥστε πίονος ποτοῦ χυθέντος εἰς γῆν Βακχίας ἀπ ἀμπέλου.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION