- 텍스트

Sophocles, Trachiniae, episode 3:

(소포클레스, 트라키니아이, episode 3:)

ἀλλ εἴπερ Ἑρμοῦ τήνδε πομπεύω τέχνην βέβαιον, οὔ τι μὴ σφαλῶ γ ἐν σοί ποτε, τὸ μὴ οὐ τόδ ἄγγος ὡς ἔχει δεῖξαι φέρων, λόγων τε πίστιν ὧν λέγεις ἐφαρμόσαι.? στείχοις ἂν ἤδη: καὶ γὰρ ἐξεπίστασαι τά γ ἐν δόμοισιν ὡς ἔχοντα τυγχάνει. ἐπίσταμαί τε καὶ φράσω σεσωσμένα. ἀλλ οἶσθα μὲν δὴ καὶ τὰ τῆς ξένης ὁρῶν προσδέγματ, αὐτὴν ὡς ἐδεξάμην φίλως. ὥστ ἐκπλαγῆναι τοὐμὸν ἡδονῇ κέαρ. τί δῆτ ἂν ἄλλο γ ἐννέποις· δέδοικα γὰρ μὴ πρῲ λέγοις ἂν τὸν πόθον τὸν ἐξ ἐμοῦ, πρὶν εἰδέναι τἀκεῖθεν εἰ ποθούμεθα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION