호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλ αὐτὰ δή σοι ταῦτα καὶ πράσσω, Λίχα, ἑώς σὺ ταῖς ἔσωθεν ἠγορῶ ξέναις, ὅπως φέρῃς μοι τόνδε ταναϋφῆ πέπλον, δώρημ ἐκείνῳ τἀνδρὶ τῆς ἐμῆς χερός.? διδοὺς δὲ τόνδε φράζ ὅπως μηδεὶς βροτῶν κείνου πάροιθεν ἀμφιδύσεται χροΐ, μηδ ὄψεταί νιν μήτε φέγγος ἡλίου μήθ ἑρ´κος ἱερὸν μήτ ἐφέστιον σέλας, πρὶν κεῖνος αὐτὸν φανερὸς ἐμφανῶς σταθεὶς δείξῃ θεοῖσιν ἡμέρᾳ ταυροσφάγῳ. οὕτω γὰρ ηὔγμην, εἴ ποτ αὐτὸν ἐς δόμους ἴδοιμι σωθέντ ἢ κλύοιμι πανδίκως, στελεῖν χιτῶνι τῷδε καὶ φανεῖν θεοῖς θυτῆρα καινῷ καινὸν ἐν πεπλώματι. καὶ τῶνδ ἀποίσεις σῆμ, ὃ κεῖνος εὐμαθὲς σφραγῖδος ἑρ´κει τῷδ ἐπὸν μαθήσεται. ἀλλ ἑρ´πε, καὶ φύλασσε πρῶτα μὲν νόμον, τὸ μὴ πιθυμεῖν πομπὸς ὢν περισσὰ δρᾶν: ἔπειθ ὅπως ἂν ἡ χάρις κείνου τέ σοι κἀμοῦ ξυνελθοῦς ἐξ ἁπλῆς διπλῆ φανῇ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기