호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἦμος, φίλαι, κατ οἶκον ὁ ξένος θροεῖ ταῖς αἰχμαλώτοις παισὶν ὡς ἐπ ἐξόδῳ, τῆμος θυραῖος ἦλθον ὡς ὑμᾶς λάθρᾳ, τὰ μὲν φράσουσα χερσὶν ἁτεχνησάμην, τὰ δ οἱᾶ πάσχω συγκατοικτιουμένη.? κόρην γάρ, οἶμαι δ οὐκέτ, ἀλλ ἐζευγμένην, παρεισδέδεγμαι φόρτον ὥστε ναυτίλος, λωβητὸν ἐμπόλημα τῆς ἐμῆς φρενός. καὶ νῦν δύ οὖσαι μίμνομεν μιᾶς ὑπὸ χλαίνης ὑπαγκάλισμα. τοιάδ Ἡρακλῆς, ὁ πιστὸς ἡμῖν κἀγαθὸς καλούμενος, οἰκούρι ἀντέπεμψε τοῦ μακροῦ χρόνου. ἐγὼ δὲ θυμοῦσθαι μὲν οὐκ ἐπίσταμαι νοσοῦντι κείνῳ πολλὰ τῇδε τῇ νόσῳ: τὸ δ αὖ ξυνοικεῖν τῇδ ὁμοῦ τίς ἂν γυνὴ δύναιτο, κοινωνοῦσα τῶν αὐτῶν γάμων· ὁρῶ γὰρ ἥβην τὴν μὲν ἑρ´πουσαν πρόσω, τὴν δὲ φθίνουσαν: ὧν ἀφαρπάζειν φιλεῖ ὀφθαλμὸς ἄνθος, τῶν δ ὑπεκτρέπει πόδα. ταῦτ οὖν φοβοῦμαι μὴ πόσις μὲν Ἡρακλῆς ἐμὸς καλῆται, τῆς νεωτέρας δ ἀνήρ. ἀλλ οὐ γάρ, ὥσπερ εἶπον, ὀργαίνειν καλὸν γυναῖκα νοῦν ἔχουσαν: ᾗ δ ἔχω, φίλαι, λυτήριον λώφημα, τῇδ ὑμῖν φράσω. ἦν μοι παλαιὸν δῶρον ἀρχαίου ποτὲ θηρός, λέβητι χαλκέῳ κεκρυμμένον, ὃ παῖς ἔτ οὖσα τοῦ δασυστέρνου παρὰ Νέσσου φθίνοντος ἐκ φονῶν ἀνειλόμην, ὃς τὸν βαθύρρουν ποταμὸν Εὐήνον βροτοὺς μισθοῦ πόρευε χερσίν, οὔτε πομπίμοις κώπαις ἐρέσσων οὔτε λαίφεσιν νεώς. ὃς κἀμέ, τὸν πατρῷον ἡνίκα στόλον ξὺν Ἡρακλεῖ τὸ πρῶτον εὖνις ἑσπόμην, φέρων ἐπ ὤμοις, ἡνίκ ἦ μέσῳ πόρῳ, ψαύει ματαίαις χερσίν: ἐκ δ ἠύς ἐγώ, χὠ Ζηνὸς εὐθὺς παῖς ἐπιστρέψας χεροῖν ἧκεν κομήτην ἰόν: ἐς δὲ πλεύμονας στέρνων διερροίζησεν. ἐκθνῄσκων δ ὁ θὴρ τοσοῦτον εἶπε: παῖ γέροντος Οἰνέως, τοσόνδ ὀνήσει τῶν ἐμῶν, ἐὰν πίθῃ, πορθμῶν, ὁθούνεχ ὑστάτην ς ἔπεμψ ἐγώ: ἐὰν γὰρ ἀμφίθρεπτον αἷμα τῶν ἐμῶν σφαγῶν ἐνέγκῃ χερσίν, ᾗ μελαγχόλους ἔβαψεν ἰοὺς θρέμμα Λερναίας ὕδρας, ἔσται φρενός σοι τοῦτο κηλητήριον τῆς Ἡρακλείας, ὥστε μήτιν εἰσιδὼν στέρξει γυναῖκα κεῖνος ἀντὶ σοῦ πλέον. τοῦτ ἐννοήσας, ὦ φίλαι, δόμοις γὰρ ἦν κείνου θανόντος ἐγκεκλῃμένον καλῶς, χιτῶνα τόνδ ἔβαψα, προσβαλοῦς ὅσα ζῶν κεῖνος εἶπε: καὶ πεπείρανται τάδε. κακὰς δὲ τόλμας μήτ ἐπισταίμην ἐγὼ μήτ ἐκμάθοιμι, τάς τε τολμώσας στυγῶ: φίλτροις δ ἐάν πως τήνδ ὑπερβαλώμεθα τὴν παῖδα καὶ θέλκτροισι τοῖς ἐφ Ἡρακλεῖ, μεμηχάνηται τοὔργον, εἴ τι μὴ δοκῶ πράσσειν μάταιον: εἰ δὲ μή, πεπαύσομαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기