- 텍스트

Sophocles, Trachiniae, episode

(소포클레스, 트라키니아이, episode)

ἦμος, φίλαι, κατ οἶκον ὁ ξένος θροεῖ ταῖς αἰχμαλώτοις παισὶν ὡς ἐπ ἐξόδῳ, τῆμος θυραῖος ἦλθον ὡς ὑμᾶς λάθρᾳ, τὰ μὲν φράσουσα χερσὶν ἁτεχνησάμην, τὰ δ οἱᾶ πάσχω συγκατοικτιουμένη.? κόρην γάρ, οἶμαι δ οὐκέτ, ἀλλ ἐζευγμένην, παρεισδέδεγμαι φόρτον ὥστε ναυτίλος, λωβητὸν ἐμπόλημα τῆς ἐμῆς φρενός. καὶ νῦν δύ οὖσαι μίμνομεν μιᾶς ὑπὸ χλαίνης ὑπαγκάλισμα. τοιάδ Ἡρακλῆς, ὁ πιστὸς ἡμῖν κἀγαθὸς καλούμενος, οἰκούρι ἀντέπεμψε τοῦ μακροῦ χρόνου. ἐγὼ δὲ θυμοῦσθαι μὲν οὐκ ἐπίσταμαι νοσοῦντι κείνῳ πολλὰ τῇδε τῇ νόσῳ: τὸ δ αὖ ξυνοικεῖν τῇδ ὁμοῦ τίς ἂν γυνὴ δύναιτο, κοινωνοῦσα τῶν αὐτῶν γάμων· ὁρῶ γὰρ ἥβην τὴν μὲν ἑρ´πουσαν πρόσω, τὴν δὲ φθίνουσαν: ὧν ἀφαρπάζειν φιλεῖ ὀφθαλμὸς ἄνθος, τῶν δ ὑπεκτρέπει πόδα. ταῦτ οὖν φοβοῦμαι μὴ πόσις μὲν Ἡρακλῆς ἐμὸς καλῆται, τῆς νεωτέρας δ ἀνήρ. ἀλλ οὐ γάρ, ὥσπερ εἶπον, ὀργαίνειν καλὸν γυναῖκα νοῦν ἔχουσαν: ᾗ δ ἔχω, φίλαι, λυτήριον λώφημα, τῇδ ὑμῖν φράσω. ἦν μοι παλαιὸν δῶρον ἀρχαίου ποτὲ θηρός, λέβητι χαλκέῳ κεκρυμμένον, ὃ παῖς ἔτ οὖσα τοῦ δασυστέρνου παρὰ Νέσσου φθίνοντος ἐκ φονῶν ἀνειλόμην, ὃς τὸν βαθύρρουν ποταμὸν Εὐήνον βροτοὺς μισθοῦ πόρευε χερσίν, οὔτε πομπίμοις κώπαις ἐρέσσων οὔτε λαίφεσιν νεώς. ὃς κἀμέ, τὸν πατρῷον ἡνίκα στόλον ξὺν Ἡρακλεῖ τὸ πρῶτον εὖνις ἑσπόμην, φέρων ἐπ ὤμοις, ἡνίκ ἦ μέσῳ πόρῳ, ψαύει ματαίαις χερσίν: ἐκ δ ἠύς ἐγώ, χὠ Ζηνὸς εὐθὺς παῖς ἐπιστρέψας χεροῖν ἧκεν κομήτην ἰόν: ἐς δὲ πλεύμονας στέρνων διερροίζησεν. ἐκθνῄσκων δ ὁ θὴρ τοσοῦτον εἶπε: παῖ γέροντος Οἰνέως, τοσόνδ ὀνήσει τῶν ἐμῶν, ἐὰν πίθῃ, πορθμῶν, ὁθούνεχ ὑστάτην ς ἔπεμψ ἐγώ: ἐὰν γὰρ ἀμφίθρεπτον αἷμα τῶν ἐμῶν σφαγῶν ἐνέγκῃ χερσίν, ᾗ μελαγχόλους ἔβαψεν ἰοὺς θρέμμα Λερναίας ὕδρας, ἔσται φρενός σοι τοῦτο κηλητήριον τῆς Ἡρακλείας, ὥστε μήτιν εἰσιδὼν στέρξει γυναῖκα κεῖνος ἀντὶ σοῦ πλέον. τοῦτ ἐννοήσας, ὦ φίλαι, δόμοις γὰρ ἦν κείνου θανόντος ἐγκεκλῃμένον καλῶς, χιτῶνα τόνδ ἔβαψα, προσβαλοῦς ὅσα ζῶν κεῖνος εἶπε: καὶ πεπείρανται τάδε. κακὰς δὲ τόλμας μήτ ἐπισταίμην ἐγὼ μήτ ἐκμάθοιμι, τάς τε τολμώσας στυγῶ: φίλτροις δ ἐάν πως τήνδ ὑπερβαλώμεθα τὴν παῖδα καὶ θέλκτροισι τοῖς ἐφ Ἡρακλεῖ, μεμηχάνηται τοὔργον, εἴ τι μὴ δοκῶ πράσσειν μάταιον: εἰ δὲ μή, πεπαύσομαι. ἀλλ εἴ τις ἐστὶ πίστις ἐν τοῖς δρωμένοις, δοκεῖς παρ ἡμῖν οὐ βεβουλεῦσθαι κακῶς.

οὕτως ἔχει γ ἡ πίστις, ὡς τὸ μὲν δοκεῖν ἔνεστι, πείρᾳ δ οὐ προσωμίλησά πω: ἀλλ εἰδέναι χρὴ δρῶσαν, ὡς οὐδ εἰ δοκεῖς ἔχειν, ἔχοις ἂν γνῶμα, μὴ πειρωμένη. ἀλλ αὐτίκ εἰσόμεσθα, τόνδε γὰρ βλέπω θυραῖον ἤδη: διὰ τάχους δ ἐλεύσεται. μόνον παρ ὑμῶν εὖ στεγοίμεθ: ὡς σκότῳ κἂν αἰσχρὰ πράσσῃς, οὔποτ αἰσχύνῃ πεσεῖ. τί χρὴ ποεῖν· σήμαινε, τέκνον Οἰνέως, ὡς ἐσμὲν ἤδη τῷ μακρῷ χρόνῳ βραδεῖς. ἀλλ αὐτὰ δή σοι ταῦτα καὶ πράσσω, Λίχα, ἑώς σὺ ταῖς ἔσωθεν ἠγορῶ ξέναις, ὅπως φέρῃς μοι τόνδε ταναϋφῆ πέπλον, δώρημ ἐκείνῳ τἀνδρὶ τῆς ἐμῆς χερός.

διδοὺς δὲ τόνδε φράζ ὅπως μηδεὶς βροτῶν κείνου πάροιθεν ἀμφιδύσεται χροΐ, μηδ ὄψεταί νιν μήτε φέγγος ἡλίου μήθ ἑρ´κος ἱερὸν μήτ ἐφέστιον σέλας, πρὶν κεῖνος αὐτὸν φανερὸς ἐμφανῶς σταθεὶς δείξῃ θεοῖσιν ἡμέρᾳ ταυροσφάγῳ. οὕτω γὰρ ηὔγμην, εἴ ποτ αὐτὸν ἐς δόμους ἴδοιμι σωθέντ ἢ κλύοιμι πανδίκως, στελεῖν χιτῶνι τῷδε καὶ φανεῖν θεοῖς θυτῆρα καινῷ καινὸν ἐν πεπλώματι. καὶ τῶνδ ἀποίσεις σῆμ, ὃ κεῖνος εὐμαθὲς σφραγῖδος ἑρ´κει τῷδ ἐπὸν μαθήσεται. ἀλλ ἑρ´πε, καὶ φύλασσε πρῶτα μὲν νόμον, τὸ μὴ πιθυμεῖν πομπὸς ὢν περισσὰ δρᾶν: ἔπειθ ὅπως ἂν ἡ χάρις κείνου τέ σοι κἀμοῦ ξυνελθοῦς ἐξ ἁπλῆς διπλῆ φανῇ. ἀλλ εἴπερ Ἑρμοῦ τήνδε πομπεύω τέχνην βέβαιον, οὔ τι μὴ σφαλῶ γ ἐν σοί ποτε, τὸ μὴ οὐ τόδ ἄγγος ὡς ἔχει δεῖξαι φέρων, λόγων τε πίστιν ὧν λέγεις ἐφαρμόσαι.

στείχοις ἂν ἤδη: καὶ γὰρ ἐξεπίστασαι τά γ ἐν δόμοισιν ὡς ἔχοντα τυγχάνει. ἐπίσταμαί τε καὶ φράσω σεσωσμένα. ἀλλ οἶσθα μὲν δὴ καὶ τὰ τῆς ξένης ὁρῶν προσδέγματ, αὐτὴν ὡς ἐδεξάμην φίλως. ὥστ ἐκπλαγῆναι τοὐμὸν ἡδονῇ κέαρ. τί δῆτ ἂν ἄλλο γ ἐννέποις· δέδοικα γὰρ μὴ πρῲ λέγοις ἂν τὸν πόθον τὸν ἐξ ἐμοῦ, πρὶν εἰδέναι τἀκεῖθεν εἰ ποθούμεθα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION