호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μή, πρός σε τοῦ κατ ἄκρον Οἰταῖον νάπος Διὸς καταστράπτοντος, ἐκκλέψῃς λόγον.? οὐ γὰρ γυναικὶ τοὺς λόγους ἐρεῖς κακῇ οὐδ ἥτις οὐ κάτοιδε τἀνθρώπων, ὅτι χαίρειν πέφυκεν οὐχὶ τοῖς αὐτοῖς ἀεί. Ἔρωτι μέν νυν ὅστις ἀντανίσταται πύκτης ὅπως ἐς χεῖρας, οὐ καλῶς φρονεῖ: οὗτος γὰρ ἄρχει καὶ θεῶν ὅπως θέλει, κἀμοῦ γε: πῶς δ οὐ χἀτέρας οἱάς γ ἐμοῦ· ὥστ εἴ τι τὠμῷ τ ἀνδρὶ τῇδε τῇ νόσῳ ληφθέντι μεμπτός εἰμι, κάρτα μαίνομαι, ἢ τῇδε τῇ γυναικὶ τῇ μεταιτίᾳ τοῦ μηδὲν αἰσχροῦ μηδ ἐμοὶ κακοῦ τινος. οὐκ ἔστι ταῦτ: ἀλλ εἰ μὲν ἐκ κείνου μαθὼν ψεύδει, μάθησιν οὐ καλὴν ἐκμανθάνεις. εἰ δ αὐτὸς αὑτὸν ὧδε παιδεύεις, ὅταν θέλῃς γενέσθαι χρηστός, ὀφθήσει κακός. ἀλλ εἰπὲ πᾶν τἀληθές: ὡς ἐλευθέρῳ ψευδεῖ καλεῖσθαι κὴρ πρόσεστιν οὐ καλή. ὅπως δὲ λήσεις, οὐδὲ τοῦτο γίγνεται: πολλοὶ γὰρ οἷς εἴρηκας, οἳ φράσους ἐμοί. κεἰ μὲν δέδοικας, οὐ καλῶς ταρβεῖς, ἐπεὶ τὸ μὴ πυθέσθαι, τοῦτό μ ἀλγύνειεν ἄν: τὸ δ εἰδέναι τί δεινόν· οὐχὶ χἀτέρας πλείστας ἀνὴρ εἷς Ἡρακλῆς ἔγημε δή· κοὔπω τις αὐτῶν ἔκ γ ἐμοῦ λόγον κακὸν ἠνέγκατ οὐδ ὄνειδος: ἥδε τ οὐδ ἂν εἰ κάρτ ἐντακείη τῷ φιλεῖν, ἐπεί σφ ἐγὼ ᾤκτιρα δὴ μάλιστα προσβλέψας, ὅτι τὸ κάλλος αὐτῆς τὸν βίον διώλεσεν, καὶ γῆν πατρῴαν οὐχ ἑκοῦσα δύσμορος ἔπερσε κἀδούλωσεν. ἀλλὰ ταῦτα μὲν ῥείτω κατ οὖρον: σοὶ δ ἐγὼ φράζω κακὸν πρὸς ἄλλον εἶναι, πρὸς δ ἔμ ἀψευδεῖν ἀεί.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기