호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τούτου λέγοντος τἀνδρὸς εἰσήκους ἐγώ, πολλῶν παρόντων μαρτύρων, ὡς τῆς κόρης ταύτης ἕκατι κεῖνος Εὔρυτόν θ ἕλοι τήν θ ὑψίπυργον Οἰχαλίαν, Ἔρως δέ νιν μόνος θεῶν θέλξειεν αἰχμάσαι τάδε, οὐ τἀπὶ Λυδοῖς οὐδ ὑπ Ὀμφάλῃ πόνων λατρεύματ οὐδ ὁ ῥιπτὸς Ἰφίτου μόρος:? ὃν νῦν παρώσας οὗτος ἔμπαλιν λέγει. ἀλλ ἡνίκ οὐκ ἔπειθε τὸν φυτοσπόρον τὴν παῖδα δοῦναι, κρύφιον ὡς ἔχοι λέχος, ἔγκλημα μικρὸν αἰτίαν θ ἑτοιμάσας ἐπιστρατεύει πατρίδα τὴν ταύτης, ἐν ᾗ τὸν Εὔρυτον τόνδ εἶπε δεσπόζειν θρόνων, κτείνει τ ἄνακτα πατέρα τῆσδε καὶ πόλιν ἔπερσε. καὶ νῦν, ὡς ὁρᾷς, ἥκει δόμους ὡς τούσδε πέμπων οὐκ ἀφροντίστως, γύναι, οὐδ ὥστε δούλην: μηδὲ προσδόκα τόδε: οὐδ εἰκός, εἴπερ ἐντεθέρμανται πόθῳ. ἔδοξεν οὖν μοι πρὸς σὲ δηλῶσαι τὸ πᾶν, δέσποιν, ὃ τοῦδε τυγχάνω μαθὼν πάρα. καὶ ταῦτα πολλοὶ πρὸς μέσῃ Τραχινίων ἀγορᾷ συνεξήκουον ὡσαύτως ἐμοί, ὥστ ἐξελέγχειν: εἰ δὲ μὴ λέγω φίλα, οὐχ ἥδομαι, τὸ δ ὀρθὸν ἐξείρηχ ὅμως.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기