- 텍스트

Sophocles, Trachiniae, choral 2:

(소포클레스, 트라키니아이, choral 2:)

οὔκ, ἀλλὰ τὸν μὲν πλεῖστον ἐν Λυδοῖς χρόνον κατείχεθ, ὥς φης αὐτός, οὐκ ἐλεύθερος, ἀλλ ἐμποληθείς:? ἔργου δ ἕκατι τοῦδε μηνίσας ἄναξ ὁ τῶν ἁπάντων Ζεὺς πατὴρ Ὀλύμπιος πρατόν νιν ἐξέπεμψεν οὐδ ἠνέσχετο, ὁθούνεκ αὐτὸν μοῦνον ἀνθρώπων δόλῳ ἔκτεινεν: τοῦ λόγου δ οὐ χρὴ φθόνον, γύναι, προσεῖναι, Ζεὺς ὅτου πράκτωρ φανῇ. κεῖνος δὲ πραθεὶς Ὀμφάλῃ τῇ βαρβάρῳ ἐνιαυτὸν ἐξέπλησεν, ὡς αὐτὸς λέγει. χοὔτως ἐδήχθη τοῦτο τοὔνειδος λαβὼν ὥσθ ὁρ´κον αὑτῷ προσβαλὼν διώμοσεν, ἦ μὴν τὸν ἀγχιστῆρα τοῦδε τοῦ πάθους ξὺν παιδὶ καὶ γυναικὶ δουλώσειν ἔτι. κοὐχ ἡλίωσε τοὔπος, ἀλλ ὅθ ἁγνὸς ἦν, στρατὸν λαβὼν ἐπακτὸν ἔρχεται πόλιν τὴν Εὐρυτείαν. τόνδε γὰρ μεταίτιον μόνον βροτῶν ἔφασκε τοῦδ εἶναι πάθους: ὃς αὐτὸν ἐλθόντ ἐς δόμους ἐφέστιον, ξένον παλαιὸν ὄντα, πολλὰ μὲν λόγοις ἐπερρόθησε, πολλὰ δ ἀτηρᾷ φρενί, λέγων χεροῖν μὲν ὡς ἄφυκτ ἔχων βέλη τῶν ὧν τέκνων λείποιτο πρὸς τόξου κρίσιν, φωνεῖ δὲ δοῦλος ἀνδρὸς ὡς ἐλευθέρου ῥαίοιτο: δείπνοις δ ἡνίκ ἦν ᾠνωμένος, ἔρριψεν ἐκτὸς αὐτόν. ὧν ἔχων χόλον, ὡς ἵκετ αὖθις Ἴφιτος Τιρυνθίαν πρὸς κλιτύν, ἵππους νομάδας ἐξιχνοσκοπῶν, τότ ἄλλος αὐτὸν ὄμμα, θατέρᾳ δὲ νοῦν ἔχοντ, ἀπ ἄκρας ἧκε πυργώδους πλακός.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION