- 텍스트

Sophocles, Trachiniae, choral 1:

(소포클레스, 트라키니아이, choral 1:)

ὁρῶ, φίλαι γυναῖκες, οὐδέ μ ὄμματος φρουρὰν παρῆλθε, τόνδε μὴ λεύσσειν στόλον:? χαίρειν δὲ τὸν κήρυκα προυννέπω, χρόνῳ πολλῷ φανέντα, χαρτὸν εἴ τι καὶ φέρεις. ἀλλ εὖ μὲν ἵγμεθ, εὖ δὲ προσφωνούμεθα, γύναι, κατ ἔργου κτῆσιν: ἄνδρα γὰρ καλῶς πράσσοντ ἀνάγκη χρηστὰ κερδαίνειν ἔπη. ὦ φίλτατ ἀνδρῶν, πρῶθ ἃ πρῶτα βούλομαι δίδαξον, εἰ ζῶνθ Ἡρακλῆ προσδέξομαι. ἔγωγέ τοι σφ ἔλειπον ἰσχύοντά τε καὶ ζῶντα καὶ θάλλοντα κοὐ νόσῳ βαρύν. ποῦ γῆς· πατρῴας εἴτε βαρβάρου· λέγε. ἀκτή τις ἔστ Εὐβοιίς, ἔνθ ὁρίζεται βωμοὺς τέλη τ ἔγκαρπα Κηναίῳ Διί. εὐκταῖα φαίνων ἢ ἀπὸ μαντείας τινός· εὐχαῖς ὅθ ᾕρει τῶνδ ἀνάστατον δορὶ χώραν γυναικῶν ὧν ὁρᾷς ἐν ὄμμασιν. αὗται δέ, πρὸς θεῶν, τοῦ ποτ εἰσὶ καὶ τίνες· οἰκτραὶ γάρ, εἰ μὴ ξυμφοραὶ κλέπτουσί με. ταύτας ἐκεῖνος Εὐρύτου πέρσας πόλιν ἐξείλεθ αὑτῷ κτῆμα καὶ θεοῖς κριτόν. ἦ κἀπὶ ταύτῃ τῇ πόλει τὸν ἄσκοπον χρόνον βεβὼς ἦν ἡμερῶν ἀνήριθμον·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION