호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
δέσποινα Δῃάνειρα, πρῶτος ἀγγέλων ὄκνου σε λύσω:? τὸν γὰρ Ἀλκμήνης τόκον καὶ ζῶντ ἐπίστω καὶ κρατοῦντα κἀκ μάχης ἄγοντ ἀπαρχὰς θεοῖσι τοῖς ἐγχωρίοις. τίν εἶπας, ὦ γεραιέ, τόνδε μοι λόγον· τάχ ἐς δόμους σοὺς τὸν πολύζηλον πόσιν ἥξειν φανέντα σὺν κράτει νικηφόρῳ. καὶ τοῦ τόδ ἀστῶν ἢ ξένων μαθὼν λέγεις· ἐν βουθερεῖ λειμῶνι πρὸς πολλοὺς θροεῖ Λίχας ὁ κῆρυξ ταῦτα: τοῦδ ἐγὼ κλύων ἀπῇξ, ὅπως τοι πρῶτος ἀγγείλας τάδε πρὸς σοῦ τι κερδάναιμι καὶ κτῴμην χάριν. αὐτὸς δὲ πῶς ἄπεστιν, εἴπερ εὐτυχεῖ· οὐκ εὐμαρείᾳ χρώμενος πολλῇ, γύναι. κύκλῳ γὰρ αὐτὸν Μηλιεὺς ἅπας λεὼς κρίνει παραστάς, οὐδ ἔχει βῆναι πρόσω: τὸ γὰρ ποθοῦν ἕκαστος ἐκμαθεῖν θέλων οὐκ ἂν μεθεῖτο, πρὶν καθ ἡδονὴν κλύειν. οὕτως ἐκεῖνος οὐχ ἑκών, ἑκοῦσι δὲ ξύνεστιν: ὄψει δ αὐτὸν αὐτίκ ἐμφανῆ. ὦ Ζεῦ, τὸν Οἴτης ἄτομον ὃς λειμῶν ἔχεις, ἔδωκας ἡμῖν ἀλλὰ σὺν χρόνῳ χαράν. φωνήσατ, ὦ γυναῖκες, αἵ τ εἴσω στέγης αἵ τ ἐκτὸς αὐλῆς, ὡς ἀέλπτον ὄμμ ἐμοὶ φήμης ἀνασχὸν τῆσδε νῦν καρπούμεθα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기