- 텍스트

Sophocles, Trachiniae, episode

(소포클레스, 트라키니아이, episode)

πεπυσμένη μέν, ὡς ἀπεικάσαι, πάρει πάθημα τοὐμόν:? ὡς δ ἐγὼ θυμοφθορῶ, μήτ ἐκμάθοις παθοῦσα νῦν τ ἄπειρος εἶ. τὸ γὰρ νεάζον ἐν τοιοῖσδε βόσκεται χώροισιν αὑτοῦ, καί νιν οὐ θάλπος θεοῦ οὐδ ὄμβρος οὐδὲ πνευμάτων οὐδὲν κλονεῖ, ἀλλ ἡδοναῖς ἄμοχθον ἐξαίρει βίον ἐς τοῦθ ἑώς τις ἀντὶ παρθένου γυνὴ κληθῇ λάβῃ τ ἐν νυκτὶ φροντίδων μέρος, ἤτοι πρὸς ἀνδρὸς ἢ τέκνων φοβουμένη. τότ ἄν τις εἰσίδοιτο, τὴν αὑτοῦ σκοπῶν πρᾶξιν, κακοῖσιν οἷς ἐγὼ βαρύνομαι. πάθη μὲν οὖν δὴ πόλλ ἔγωγ ἐκλαυσάμην: ἓν δ, οἱο῀ν οὔπω πρόσθεν, αὐτίκ ἐξερῶ. ὁδὸν γὰρ ἦμος τὴν τελευταίαν ἄναξ ὡρμᾶτ ἀπ οἴκων Ἡρακλῆς, τότ ἐν δόμοις λείπει παλαιὰν δέλτον ἐγγεγραμμένην ξυνθήμαθ, ἁμοὶ πρόσθεν οὐκ ἔτλη ποτέ, πολλοὺς ἀγῶνας ἐξιών, οὔπω φράσαι, ἀλλ ὥς τι δράσων εἱρ῀πε κοὐ θανούμενος. νῦν δ ὡς ἔτ οὐκ ὢν εἶπε μὲν λέχους ὅ τι χρείη μ ἑλέσθαι κτῆσιν εἶπε δ ἣν τέκνοις μοῖραν πατρῴας γῆς διαιρετὸν νέμοι, χρόνον προτάξας ὡς τρίμηνον ἡνίκα χώρας ἀπείη κἀνιαύσιον βεβώς, τότ ἢ θανεῖν χρείη σφε τῷδε τῷ χρόνῳ ἢ τοῦθ ὑπεκδραμόντα τοῦ χρόνου τέλος τὸ λοιπὸν ἤδη ζῆν ἀλυπήτῳ βίῳ. τοιαῦτ ἔφραζε πρὸς θεῶν εἱμαρμένα τῶν Ἡρακλείων ἐκτελευτᾶσθαι πόνων, ὡς τὴν παλαιὰν φηγὸν αὐδῆσαί ποτε Δωδῶνι δισσῶν ἐκ Πελειάδων ἔφη. καὶ τῶνδε ναμέρτεια συμβαίνει χρόνου τοῦ νῦν παρόντος, ὡς τελεσθῆναι χρεών: ὥσθ ἡδέως εὕδουσαν ἐκπηδᾶν ἐμὲ φόβῳ, φίλαι, ταρβοῦσαν, εἴ με χρὴ μένειν πάντων ἀρίστου φωτὸς ἐστερημένην.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION