호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πεπυσμένη μέν, ὡς ἀπεικάσαι, πάρει πάθημα τοὐμόν:? ὡς δ ἐγὼ θυμοφθορῶ, μήτ ἐκμάθοις παθοῦσα νῦν τ ἄπειρος εἶ. τὸ γὰρ νεάζον ἐν τοιοῖσδε βόσκεται χώροισιν αὑτοῦ, καί νιν οὐ θάλπος θεοῦ οὐδ ὄμβρος οὐδὲ πνευμάτων οὐδὲν κλονεῖ, ἀλλ ἡδοναῖς ἄμοχθον ἐξαίρει βίον ἐς τοῦθ ἑώς τις ἀντὶ παρθένου γυνὴ κληθῇ λάβῃ τ ἐν νυκτὶ φροντίδων μέρος, ἤτοι πρὸς ἀνδρὸς ἢ τέκνων φοβουμένη. τότ ἄν τις εἰσίδοιτο, τὴν αὑτοῦ σκοπῶν πρᾶξιν, κακοῖσιν οἷς ἐγὼ βαρύνομαι. πάθη μὲν οὖν δὴ πόλλ ἔγωγ ἐκλαυσάμην: ἓν δ, οἱο῀ν οὔπω πρόσθεν, αὐτίκ ἐξερῶ. ὁδὸν γὰρ ἦμος τὴν τελευταίαν ἄναξ ὡρμᾶτ ἀπ οἴκων Ἡρακλῆς, τότ ἐν δόμοις λείπει παλαιὰν δέλτον ἐγγεγραμμένην ξυνθήμαθ, ἁμοὶ πρόσθεν οὐκ ἔτλη ποτέ, πολλοὺς ἀγῶνας ἐξιών, οὔπω φράσαι, ἀλλ ὥς τι δράσων εἱρ῀πε κοὐ θανούμενος. νῦν δ ὡς ἔτ οὐκ ὢν εἶπε μὲν λέχους ὅ τι χρείη μ ἑλέσθαι κτῆσιν εἶπε δ ἣν τέκνοις μοῖραν πατρῴας γῆς διαιρετὸν νέμοι, χρόνον προτάξας ὡς τρίμηνον ἡνίκα χώρας ἀπείη κἀνιαύσιον βεβώς, τότ ἢ θανεῖν χρείη σφε τῷδε τῷ χρόνῳ ἢ τοῦθ ὑπεκδραμόντα τοῦ χρόνου τέλος τὸ λοιπὸν ἤδη ζῆν ἀλυπήτῳ βίῳ. τοιαῦτ ἔφραζε πρὸς θεῶν εἱμαρμένα τῶν Ἡρακλείων ἐκτελευτᾶσθαι πόνων, ὡς τὴν παλαιὰν φηγὸν αὐδῆσαί ποτε Δωδῶνι δισσῶν ἐκ Πελειάδων ἔφη. καὶ τῶνδε ναμέρτεια συμβαίνει χρόνου τοῦ νῦν παρόντος, ὡς τελεσθῆναι χρεών: ὥσθ ἡδέως εὕδουσαν ἐκπηδᾶν ἐμὲ φόβῳ, φίλαι, ταρβοῦσαν, εἴ με χρὴ μένειν πάντων ἀρίστου φωτὸς ἐστερημένην. εὐφημίαν νῦν ἴσχ:
ἐπεὶ καταστεφῆ στείχονθ ὁρῶ τιν ἄνδρα πρὸς χαρὰν λόγων. δέσποινα Δῃάνειρα, πρῶτος ἀγγέλων ὄκνου σε λύσω:
τὸν γὰρ Ἀλκμήνης τόκον καὶ ζῶντ ἐπίστω καὶ κρατοῦντα κἀκ μάχης ἄγοντ ἀπαρχὰς θεοῖσι τοῖς ἐγχωρίοις. τίν εἶπας, ὦ γεραιέ, τόνδε μοι λόγον· τάχ ἐς δόμους σοὺς τὸν πολύζηλον πόσιν ἥξειν φανέντα σὺν κράτει νικηφόρῳ. καὶ τοῦ τόδ ἀστῶν ἢ ξένων μαθὼν λέγεις· ἐν βουθερεῖ λειμῶνι πρὸς πολλοὺς θροεῖ Λίχας ὁ κῆρυξ ταῦτα: τοῦδ ἐγὼ κλύων ἀπῇξ, ὅπως τοι πρῶτος ἀγγείλας τάδε πρὸς σοῦ τι κερδάναιμι καὶ κτῴμην χάριν. αὐτὸς δὲ πῶς ἄπεστιν, εἴπερ εὐτυχεῖ· οὐκ εὐμαρείᾳ χρώμενος πολλῇ, γύναι. κύκλῳ γὰρ αὐτὸν Μηλιεὺς ἅπας λεὼς κρίνει παραστάς, οὐδ ἔχει βῆναι πρόσω: τὸ γὰρ ποθοῦν ἕκαστος ἐκμαθεῖν θέλων οὐκ ἂν μεθεῖτο, πρὶν καθ ἡδονὴν κλύειν. οὕτως ἐκεῖνος οὐχ ἑκών, ἑκοῦσι δὲ ξύνεστιν: ὄψει δ αὐτὸν αὐτίκ ἐμφανῆ. ὦ Ζεῦ, τὸν Οἴτης ἄτομον ὃς λειμῶν ἔχεις, ἔδωκας ἡμῖν ἀλλὰ σὺν χρόνῳ χαράν. φωνήσατ, ὦ γυναῖκες, αἵ τ εἴσω στέγης αἵ τ ἐκτὸς αὐλῆς, ὡς ἀέλπτον ὄμμ ἐμοὶ φήμης ἀνασχὸν τῆσδε νῦν καρπούμεθα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기