호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ τέκνον, ὦ παῖ, κἀξ ἀγεννήτων ἄρα μῦθοι καλῶς πίπτουσιν:? ἥδε γὰρ γυνὴ δούλη μέν, εἴρηκεν δ ἐλεύθερον λόγον. ποῖον· δίδαξον, μῆτερ, εἰ διδακτά μοι. σὲ πατρὸς οὕτω δαρὸν ἐξενωμένου τὸ μὴ πυθέσθαι ποῦ στιν, αἰσχύνην φέρειν. ἀλλ οἶδα, μύθοις εἴ τι πιστεύειν χρεών. καὶ ποῦ κλύεις νιν, τέκνον, ἱδρῦσθαι χθονός· τὸν μὲν παρελθόντ ἄροτον ἐν μήκει χρόνου Λυδῇ γυναικί φασί νιν λάτριν πονεῖν. πᾶν τοίνυν, εἰ καὶ τοῦτ ἔτλη, κλύοι τις ἄν. ἀλλ ἐξαφεῖται τοῦδέ γ, ὡς ἐγὼ κλύω. ποῦ δῆτα νῦν ζῶν ἢ θανὼν ἀγγέλλεται· Εὐβοΐδα χώραν φασίν, Εὐρύτου πόλιν, ἐπιστρατεύειν αὐτὸν ἢ μέλλειν ἔτι. ἆρ οἶσθα δῆτ, ὦ τέκνον, ὡς ἔλειπέ μοι μαντεῖα πιστὰ τῆσδε τῆς χώρας πέρι· τὰ ποῖα, μῆτερ· τὸν λόγον γὰρ ἀγνοῶ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기