- 텍스트

Pseudo-Plutarch, Placita Philosophorum, book 1, Εἰ ἓν τὸ πᾶν.?

(위 플루타르코스, Placita Philosophorum, book 1, Εἰ ἓν τὸ πᾶν.)

οἱ μὲν ἀπὸ τῆς Στοᾶς ἕνα κόσμον ἀπεφήναντο, ὃν δὴ καὶ τὸ πᾶν ἔφασαν εἶναι καὶ τὸ σωματικόν. Ἐμπεδοκλῆς δὲ κόσμον μὲν ἕνα , οὐ μέντοι τὸ πᾶν εἶναι τὸν κόσμον ἀλλ ὀλίγον τι τοῦ παντὸς μέρος, τὸ δὲ λοιπὸν ἀργὴν ὕλην. Πλάτων δὲ τεκμαίρεται τὸ δοκοῦν, ὅτι εἷς ὁ κόσμος καὶ ἓν τὸ πᾶν, ἐκ τριῶν:

ἐκ τοῦ μὴ εἶναι τέλειον, ἐὰν μὴ πάντα περιέχῃ : ἐκ τοῦ μὴ ἔσεσθαι ὅμοιον τῷ παραδείγματι, ἐὰν μὴ μονογενὴς ἐκ τοῦ μὴ ἔσεσθαι αὐτὸν ἄφθαρτον, ἐὰν ᾖ τι ἐξωτέρω αὐτοῦ. πρὸς δὴ τὸν Πλάτωνα ῥητέον, ὅτι οὐ τέλειος ὁ κόσμος: οὐδὲ γὰρ πάντα περιέχει καὶ γὰρ ὁ ἄνθρωπός ἐστι τέλειος, ἀλλ οὐ πάντα περιέχει καὶ πολλὰ παραδείγματα ἔστιν, ὥσπερ ἐπ ἀνδριάντων καὶ οἰκιῶν καὶ ζῳγραφιῶν.

πῶς δὲ τέλειος, εἴπερ ἔξωθέν τι αὐτοῦ περιδινεῖσθαι δύναται· ἄφθαρτος δ οὐκ ἔστιν οὐδὲ δύναται εἶναι , γενητὸς ὤν.

Μητρόδωρος δέ φησιν ἄτοπον εἶναι ἐν μεγάλῳ πεδίῳ ἕνα στάχυν γενηθῆναι καὶ ἕνα κόσμον ἐν τῷ ἀπείρῳ. ὅτι δ ἄπειρος κατὰ τὸ πλῆθος, δῆλον ἐκ τοῦ ἄπειρα τὰ αἴτια εἶναι: εἰ γὰρ ὁ μὲν κόσμος πεπερασμένος, ὅτι δ αἴτια πάντα ἄπειρα, ἐξ ὧν ὅδε ὁ κόσμος γέγονεν, ἀνάγκη ἀπείρους εἶναι.

δ ἤτοι αἱ ἄτομοι ἢ τὰ στοιχεῖα.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION