호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ὅτι κατὰ τὴν ἐνάτην καὶ τετταρακοστὴν ὀλυμπιάδα πρὸς ταῖς ἑκατὸν εἰς τὴν Ῥώμην ἡθροίσθησαν πρεσβειῶν πλῆθος ἀπὸ τῆς Ἑλλάδος, ὅσον οὐ ταχέως πρότερον.? ἅπαντες οἱ παρακείμενοι τῇ Μακεδονίᾳ παρῆσαν, οἱ μὲν κατ ἰδίαν, οἱ δὲ κατὰ πόλιν, οἱ δὲ κατὰ τὰς ἐθνικὰς συστάσεις, ἐγκαλοῦντες τῷ Φιλίππῳ.
σὺν δὲ τούτοις οἱ παρ Εὐμένους ἧκον ἅμ Ἀθηναίῳ τῷ τοῦ βασιλέως ἀδελφῷ, κατηγορήσοντες αὐτοῦ περί τε τῶν ἐπὶ Θρᾴκης πόλεων καὶ περὶ τῆς ἀποσταλείσης Προυσίᾳ βοηθείας.
ἧκε δὲ καὶ Δημήτριος ὁ τοῦ Φιλίππου πρὸς πάντας τούτους ἀπολογησόμενος, ἔχων Ἀπελλῆν καὶ Φιλοκλῆ μεθ αὑτοῦ, τοὺς τότε δοκοῦντας εἶναι πρώτους φίλους τοῦ βασιλέως.
παρῆσαν δὲ καὶ παρὰ Λακεδαιμονίων πρέσβεις, ἀφ ἑκάστου γένους τῶν ἐν τῇ πόλει.
πρῶτον μὲν οὖν ἡ σύγκλητος εἰσεκαλέσατο τὸν Ἀθήναιον καὶ δεξαμένη τὸν στέφανον, ὃν ἐκόμιζεν ἀπὸ μυρίων καὶ πεντακισχιλίων χρυσῶν, ἐπῄνεσέ τε μεγαλομερῶς τὸν Εὐμένη καὶ τοὺς ἀδελφοὺς διὰ τῆς ἀποκρίσεως καὶ παρεκάλεσε μένειν ἐπὶ τῆς αὐτῆς αἱρέσεως.
ἐπὶ δὲ τούτῳ τὸν Δημήτριον εἰσαγαγόντες οἱ στρατηγοὶ παρεκαλέσαντο τοὺς κατηγοροῦντας τοῦ Φιλίππου πάντας καὶ παρῆγον κατὰ μίαν πρεσβείαν.
οὐσῶν δὲ τῶν πρεσβειῶν πολλῶν, καὶ τῆς εἰσόδου τούτων γενομένης ἐπὶ τρεῖς ἡμέρας, εἰς ἀπορίαν ἐνέπιπτεν ἡ σύγκλητος περὶ τοῦ πῶς δεῖ χειρισθῆναι τὰ κατὰ μέρος.
παρά τε γὰρ Θετταλῶν καὶ κατὰ κοινὸν ἧκον καὶ κατ ἰδίαν ἀφ ἑκάστης πόλεως πρεσβευταί, παρά τε Περραιβῶν, ὁμοίως δὲ καὶ παρ Ἀθαμάνων καὶ παρ Ἠπειρωτῶν καὶ παρ Ἰλλυριῶν:
τινὲς μὲν οὐ φάσκοντες δύνασθαι τυχεῖν τοῦ δικαίου κατὰ τὸ σύμβολον διὰ τὸ τὸν Φίλιππον ἐκκόπτειν τὴν δικαιοδοσίαν, τινὲς δ ἐγκαλοῦντες τοῖς κρίμασιν ὡς παραβεβραβευμένοι, διαφθείραντος τοῦ Φιλίππου τοὺς δικαστάς.
καθόλου δὲ ποικίλη τις ἦν ἀκρισία καὶ δυσχώρητος ἐκ τῶν κατηγορουμένων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기