- 텍스트

Polybius, Histories, book 9, chapter 36

(폴리비오스, Histories, book 9, chapter 36)

Περὶ δὲ τῶν κατ Ἀντίγονον ἑώς τούτου βούλομαι ποιήσασθαι τὴν μνήμην, [ἑώς] τοῦ μὴ δόξαι καταφρονεῖν τῶν γεγονότων μηδ ἐν παρέργῳ τίθεσθαι τὴν τηλικαύτην πρᾶξιν.? ἔγωγ εὐεργεσίαν μείζω τῆς ὑπ Ἀντιγόνου γεγενημένης εἰς ὑμᾶς οὐδ ἱστορεῖσθαι νομίζω:

δοκεῖ γὰρ ἔμοιγε μηδ ὑπερβολὴν ἐπιδέχεσθαι τὸ γεγονός. γνοίη δ ἄν τις ἐκ τούτων.

ἐπολέμησε πρὸς ὑμᾶς Ἀντίγονος, καὶ μετὰ ταῦτα παραταξάμενος ἐνίκησε: διὰ τῶν ὅπλων ἐγένετο κύριος τῆς χώρας ἅμα καὶ τῆς πόλεως. ὤφειλε ποιεῖν τὰ τοῦ πολέμου:

τοσοῦτον ἀπέσχε τοῦ πρᾶξαί τι καθ ὑμῶν δεινόν, ὡς πρὸς τοῖς ἄλλοις ἐκβαλὼν τὸν τύραννον καὶ τοὺς νόμους καὶ τὸ πάτριον ὑμῖν ἀποκατέστησε πολίτευμα. ἀνθ ὧν ὑμεῖς ἐν ταῖς κοιναῖς πανηγύρεσι μάρτυρας ποιησάμενοι τοὺς Ἕλληνας εὐεργέτην ἑαυτῶν καὶ σωτῆρα τὸν Ἀντίγονον ἀνεκηρύξατε.

τί οὖν ἐχρῆν ποιεῖν ὑμᾶς·

ἐρῶ γὰρ τὸ φαινόμενον, ἄνδρες. ὑμεῖς δ ἀνέξεσθε: ποιήσω γὰρ τοῦτο νῦν οὐκ ἀπροσλόγως ὀνειδίσαι βουλόμενος ὑμῖν, ἀλλ ὑπὸ τῆς τῶν πραγμάτων περιστάσεως ἀναγκαζόμενος ἐπὶ τῷ κοινῇ συμφέροντι. τί δὴ μέλλω λέγειν·

ὅτι καὶ κατὰ τὸν προγεγονότα πόλεμον οὐκ Αἰτωλοῖς, ἀλλὰ Μακεδόσιν ἔδει συμμαχεῖν ὑμᾶς, καὶ νῦν παρακαλουμένους Φιλίππῳ μᾶλλον ἢ τούτοις ἑαυτοὺς προσνέμειν. νὴ Δί, ἀλλὰ παραβήσεσθε τὰς συνθήκας:

καὶ πότερα δεινότερον ἂν ποιήσαιτε, τὰ κατ ἰδίαν πρὸς Αἰτωλοὺς ὑμῖν συγκείμενα δίκαια παριδόντες ἢ τὰ πάντων τῶν Ἑλλήνων ἐναντίον ἐν στήλῃ γεγονότα καὶ καθιερωμένα·

πῶς δὲ τούτους ἀθετεῖν εὐλαβεῖσθε, παρ ὧν οὐδεμίαν προειλήφατε χάριν, Φίλιππον δὲ καὶ Μακεδόνας οὐκ ἐντρέπεσθε, δι οὓς ἔχετε καὶ τοῦ νῦν βουλεύεσθαι τὴν ἐξουσίαν·

ἢ τὸ μὲν τοῖς φίλοις τὰ δίκαια ποιεῖν ἀναγκαῖον ἡγεῖσθε·

καὶ μὴν οὐχ οὕτως ὅσιόν ἐστι τὸ τὰς ἐγγράπτους πίστεις βεβαιοῦν, ὡς ἀνόσιον τὸ τοῖς σώσασι πολεμεῖν:

ὃ νῦν Αἰτωλοὶ πάρεισιν ὑμᾶς ἀξιοῦντες.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION