호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔτι δὲ συγγενείασ καὶ κτίσεισ, λοιπὸν ἢ τὰ ἀλλότρια δεῖ λέγειν ὡσ ἴδια τὸν νῦν περὶ τούτων πραγματευόμενον, ὃ πάντων ἐστὶν αἴσχιστον, ἢ τοῦτο μὴ βουλόμενον προδήλωσ ματαιοπονεῖν, ὑπὲρ τοιούτων ὁμολογοῦντα συντάττεσθαι καὶ φροντίζειν, ἃ διὰ τῶν προγενεστέρων ἱκανῶσ δεδήλωται καὶ παραδέδοται τοῖσ ἐπιγινομένοισ. ταῦτα μὲν οὖν παρελείφθη τούτων ἕνεκα καὶ πλειόνων ἑτέρων·
δεύτερον δὲ καὶ διὰ τὸ πάντων ὠφελιμώτατον αὐτὸν καὶ πρὸ τοῦ μέν, μάλιστα δὲ νῦν ὑπάρχειν, τῷ τὰσ ἐμπειρίασ καὶ τέχνασ ἐπὶ τοσοῦτον προκοπὴν εἰληφέναι καθ’ ἡμᾶσ ὥστε πᾶν τὸ παραπῖπτον ἐκ τῶν καιρῶν ὡσ ἂν εἰ μεθοδικῶσ δύνασθαι χειρίζειν τοὺσ φιλομαθοῦντασ.
διόπερ ἡμεῖσ οὐχ οὕτωσ τῆσ τέρψεωσ στοχαζόμενοι τῶν ἀναγνωσομένων ὡσ τῆσ ὠφελείασ τῶν προσεχόντων, τἄλλα παρέντεσ ἐπὶ τοῦτο τὸ μέροσ κατηνέχθημεν.
περὶ μὲν οὖν τούτων οἱ συνεφιστάνοντεσ ἐπιμελῶσ ἡμῶν τοῖσ ὑπομνήμασι βεβαιότατα μαρτυρήσουσι τοῖσ νῦν λεγομένοισ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기