- 텍스트

Polybius, Histories, book 9, chapter 34

(폴리비오스, Histories, book 9, chapter 34)

οὐδὲ διότι μεγάλων κακῶν κοινῇ πάντας ἡμᾶς ἔλυσε, καταδουλωσάμενος τοὺς βαρβάρους καὶ παρελόμενος αὐτῶν τὰς χορηγίας, αἷς ἐκεῖνοι χρώμενοι κατέφθειραν τοὺς Ἕλληνας, ποτὲ μὲν Ἀθηναίους καὶ τοὺς τούτων προγόνους ἀγωνοθετοῦντες καὶ συμβάλλοντες, ποτὲ δὲ Θηβαίους, καὶ τέλος ὑπήκοον ἐποίησε τὴν Ἀσίαν τοῖς Ἕλλησι.? περὶ δὲ τῶν διαδεξαμένων πῶς καὶ τολμᾶτε μνημονεύειν·

ἐκεῖνοι γὰρ κατὰ τὰς τῶν καιρῶν περιστάσεις οἷς μὲν ἀγαθῶν οἷς δὲ κακῶν ἐγίνοντο παραίτιοι πολλάκις: ὑμῖν δ οὐδαμῶς καθήκει τοῦτο ποιεῖν τοῖς ἀγαθοῦ μὲν μηδενὶ μηδενὸς παραιτίοις γεγονόσι, κακῶν δὲ πολλοῖς καὶ πολλάκις.

ἐπεὶ τίνες οἱ τὸν Ἀντίγονον εἰσὶ τὸν Δημητρίου παρακαλέσαντες ἐπὶ διαιρέσει τοῦ τῶν Ἀχαιῶν ἔθνους·

τίνες δ οἱ πρὸς τὸν Ἀλέξανδρον τὸν Ἠπειρώτην ὁρ´κους ποιησάμενοι καὶ συνθήκας ἐπ ἐξανδραποδισμῷ καὶ μερισμῷ τῆς Ἀκαρνανίας·

οὐχ ὑμεῖς·

τίνες δὲ κατὰ κοινὸν τοιούτους ἡγεμόνας ἐξέπεμψαν οἱούς ὑμεῖς· οἵ γε καὶ τοῖς ἀσύλοις ἱεροῖς ἐτόλμησαν προσάγειν τὰς χεῖρας. Φάρυκος δὲ καὶ Πολύκριτος, ὁ μὲν τὸ τῆς Ἥρας ἐν Ἄργει τέμενος, ὁ δὲ τὸ τοῦ Ποσειδῶνος ἐν Μαντινείᾳ διήρπασε.

τί δαὶ Λάτταβος καὶ Νικόστρατος·

οὐ τὴν τῶν Παμβοιωτίων πανήγυριν εἰρήνης οὔσης παρεσπόνδησαν, Σκυθῶν ἔργα καὶ Γαλατῶν ἐπιτελοῦντες· ὧν οὐδὲν πέπρακται τοῖς διαδεξαμένοις.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION