- 텍스트

Polybius, Histories, book 9, chapter 13

(폴리비오스, Histories, book 9, chapter 13)

τὸ κατορθοῦν μόλις ἱκανὰ πάντα.? διὸ χρὴ μηδενὸς ἀφροντιστεῖν ἐν ταῖς τοιαύταις ἐπιβολαῖς τοὺς ἡγουμένους. ὧν χωρὶς οὐχ οἱό῀ν τε τὸ προτεθὲν ἐπὶ τέλος ἀγαγεῖν, καὶ τούτοις μὴ πρότερον, ἀλλ ὅταν ὁ τῆς ἑκάστου χρείας καιρὸς ἐπαναγκάζῃ.

χρὴ δὲ σιγᾶν μὴ μόνον τῇ γλώττῃ, πολὺ δὲ μᾶλλον τῇ ψυχῇ:

πολλοὶ γὰρ ἤδη κρύψαντες τοὺς λόγους ποτὲ μὲν δι αὐτῆς τῆς ἐπιφάσεως, ποτὲ δὲ καὶ διὰ τῶν πραττομένων φανερὰς ἐποίησαν τὰς ἑαυτῶν ἐπινοίας.

δεύτερον δ ἐπεγνωκέναι τὰς ἡμερησίους καὶ νυκτερινὰς πορείας καὶ τὰ διανύσματα τούτων, μὴ μόνον κατὰ γῆν, ἀλλὰ καὶ κατὰ θάλατταν.

τρίτον καὶ μέγιστον, τῶν ἐκ τοῦ περιέχοντος καιρῶν ἔχειν ἔννοιαν καὶ δύνασθαι τούτων κατὰ τὸ κριθὲν εὐστοχεῖν.

καὶ μὴν οὐδὲ τὸν τόπον τῆς πράξεως ἐν μικρῷ θετέον, ἐπειδὴ πολλάκις παρὰ τοῦτο τὰ μὲν ἀδύνατα δοκοῦντ εἶναι δυνατά, τὰ δὲ δυνατὰ πέφηνεν ἀδύνατα.

τὸ δὲ τελευταῖον συνθημάτων καὶ παρασυνθημάτων, ἔτι δὲ τῆς ἐκλογῆς, δι ὧν καὶ μεθ ὧν ἐνεργηθήσεται τὸ κριθέν, οὐκ ὀλιγωρητέον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION