- 텍스트

Plutarch, Quomodo quis suos in virtute sentiat profectus, chapter, section 17

(플루타르코스, Quomodo quis suos in virtute sentiat profectus, chapter, section 17)

ἔτι τοίνυν πρόσλαβε τοῖς εἰρημένοις σημεῖον οὐ μικρόν, εἰ βούλει, τὸ μηδὲν ἔτι μικρὸν ἡγεῖσθαι τῶν ἐξαμαρτανομένων ἀλλ ἐξευλαβεῖσθαι καὶ προσέχειν ἅπασιν.? ὥσπερ: "τί γὰρ τὸ παρὰ τοῦτο·

ἀλλὰ προσέχων ἑκάστῳ κἂν εἰς τὸ σμικρότατον ἡ κακία ποτὲ τῶν ἁμαρτημάτων ἐνδῦσα συγγνώμην πορίζηται δυσανασχετῶν καὶ δυσκολαίνων, δῆλός ἐστιν ἤδη τι καθαρὸν κτώμενος ἑαυτῷ καὶ οὐδ ὁπωσοῦν ἀξιῶν ῥυπαίνεσθαι, τὸ δὲ μηδὲν οἰέσθαι κατ αἰσχύνην μέγα μηδ ἔχειν εὐχερεῖς ποιεῖ καὶ ὀλιγώρους πρὸς: τὰ μικρά.

σωρεύοντες ἀλλ οἵ γε προκόπτοντες, οἷς ἢδη, καθάπερ ἱεροῦ τινος οἰκοδομήματος καὶ βασιλικοῦ τοῦ βίου κεκρότηται χρυσέα κρηπίς, οὐδὲν εἰκῇ προσίενται τῶν γιγνομένων, ἀλλ οἱο῀ν ἀπὸ στάθμης τοῦ λόγου προσάγουσι καὶ προσαρμόττουσιν ἕκαστον.

ὑπὲρ οὗ τὸν Πολύκλειτον οἰόμεθα λέγειν ὡς ἔστι χαλεπώτατον τὸ ἔργον οἷς ἂν εἰς ὄνυχα ὁ πηλὸς ἀφίκηται.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION