호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πρὸς δὲ τούτῳ τὸ μηκέτι ταράττεσθαι σφόδρα μηδ ἐρυθριᾶν μηδὲ κατακρύπτειν ἢ μετασχηματίζειν τι τῶν καθ ἑαυτόν, ἀνδρὸς ἐνδόξου καὶ σώφρονος ἐξαπίνης ἐπιφανέντος, ἀλλὰ θαρρεῖν ὁμόσε χωροῦντα τοῖς τοιούτοις ἔχει τοῦ συνειδότος τινὰ βεβαίωσιν.? "ὦ τᾶν ἀπαγγελεῖν·
οὐδενὸς αὐτῷ τὰ πράγματα πλὴν ὑστεροφημίας ἐνδεῖν οἰόμενος. εὔξασθαι παρὰ τῶν θεῶν, ὡς ἐκείνους ἀναβιώσαντας αὐτῷ γενέσθαι τοῦ βίου καὶ τῶν πράξεων θεατάς.
ὥσπερ αὖ τοὐναντίον οἱ καταμελήσαντες ἑαυτῶν καὶ διαφθαρέντες οὐδ ἐν ὕπνῳ τοὺς προσήκοντας ἀτρέμα καὶ ἀδεῶς ὁρῶσιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기