호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀγεννεστέρας αὑτῶν ἐπιλαμβανομένους ἢ πρός τι πάθος·? ἀντιβαίνοντας. οἱ μὲν γὰρ ἐκμεμαθηκότες τὰ τῶν Ἰδαίων ὀνόματα δακτύλων χρῶνται πρὸς τοὺς φόβους αὐτοῖς ὡς ἀλεξικάκοις, ἀτρέμα καταλέγοντες ἕκαστον: ἡ δὲ τῶν ἀγαθῶν ἀνδρῶν ἐπίνοια καὶ μνήμη ταχὺ παρισταμένη καὶ διαλαμβάνουσα τοὺς προκόπτοντας ἐν πᾶσι πάθεσι καὶ ἀπορίαις ἁπάσαις, ὀρθούς τε καὶ ἀπτῶτας διαφυλάσσει.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기