- 텍스트

Plutarch, Quomodo quis suos in virtute sentiat profectus, chapter, section 7

(플루타르코스, Quomodo quis suos in virtute sentiat profectus, chapter, section 7)

καὶ τοῦτο δήλωμα σεαυτῷ τοῦ προκόπτειν ποιεῖς.? οὐκ ἔστι δὲ μικρὸν οὐδ ἡ περὶ τοὺς λόγους μεταβολή. τοὺς λόγους παραριθμούμενοι καὶ παραμετροῦντες, ἄλλο δ οὐδὲν εἰς ὄνησιν αὑτῶν τιθέμενοι.

συμβαίνει δὴ τὸ τοῦ Ἀντιφάνους, ὅ τις εἶπεν ἐπὶ τῶν Πλάτωνος συνήθων, ὁ γὰρ Ἀντιφάνης ἔλεγε παίζων ἔν τινι πόλει τὰς φωνὰς εὐθὺς λεγομένας πήγνυσθαι διὰ ψῦχος, εἶθ ὕστερον ἀνιεμένων ἀκούειν θέρους ἃ τοῦ χειμῶνος διελέχθησαν οὕτω δὴ τῶν ὑπὸ Πλάτωνος ἔφη νέοις οὖσιν ἔτι λεχθέντων μόλις ὀψὲ τοὺς πολλοὺς αἰσθάνεσθαι γέροντας γενομένους.

καὶ πρὸς ὅλην δὲ τοῦτο τὴν φιλοσοφίαν πεπόνθασιν, ἄχρι:

οὗ κατάστασιν ἡ κρίσις λαβοῦσα τοῖς ἦθος ἐμποιοῦσι καὶ μέγεθος ἄρξηται συμφέρεσθαι καὶ ζητεῖν λόγους, ὧν κατὰ τὸν Λῖσωπου εἴσω μᾶλλον ἢ ἔξω τὰ ἴχνη τέτραπται.

ὥσπερ γὰρ ὁ Σοφοκλῆς ἔλεγε τὸν Αἰσχύλου διαπεπαιχὼς ὄγκον εἶτα τὸ πικρὸν καὶ κατάτεχνον τῆς αὐτοῦ κατασκευῆς τρίτον ἢδη·

εἶδος, ὅπερ ἠθικώτατόν ἐστι καὶ βέλτιστον οὕτως οἱ φιλοσοφοῦντες, ὅταν ἐκ τῶν πανηγυρικῶν καὶ κατατέχνων εἰς τὸν ἁπτόμενον ἤθους καὶ πάθους λόγον μεταβῶσιν, ἄρχονται τὴν ἀληθῆ προκοπὴν προκόπτειν καὶ ἄτυφον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION