- 텍스트

Plutarch, Quomodo adulator ab amico internoscatur, chapter, section 28

(플루타르코스, Quomodo adulator ab amico internoscatur, chapter, section 28)

καὶ ἀπολαύοντες ἄσμενοι τῆς μεταβολῆς διὰ τὴν πρόσθεν ὑπεροψίαν ἐκείνων αὑτῶν δ ἀσθένειαν, οὐ χεῖρόν ἐστι καὶ περὶ τούτων διελθεῖν καὶ ἀποκρίνασθαι τῷ Εὐριπίδῃ λέγοντι ὅταν δ ὁ δαίμων εὖ διδῷ, τί δεῖ φίλων·? ὅτι δεῖ μάλιστα παρρησιαζομένων φίλων τοῖς εὐτυχοῦσι καὶ τὸ ἄγαν ὑφιέντων τοῦ φρονήματος.

ὀλίγοι γάρ εἰσιν οἷς μετὰ τοῦ εὐτυχεῖν παραγίγνεται τὸ φρονεῖν:

οἱ δὲ πολλοὶ φρενῶν ἐπεισάκτων δέονται καὶ λογισμῶν πιεζόντων ἔξωθεν αὐτοὺς ὑπὸ τῆς τύχης φυσωμένους καὶ σαλευομένους. καταβάλῃ καὶ περιέλῃ τὸν ὄγκον, αὐτοῖς τοῖς πράγμασιν ἔνεστι τὸ νουθετοῦν καὶ μετάνοιαν ἐμποιοῦν.

εἰς ὄμματ εὔνου φωτὸς ἐμβλέψαι γλυκὺ παρηγοροῦντος καὶ παραθαρρύνοντος, ὥσπερ τοῦ Κλεάρχου τὸ πρόσωπον ὁ Ξενοφῶν ἐν ταῖς μάχαις καὶ παρὰ τὰ δεινά φησιν ὁρώμενον εὐμενὲς καὶ φιλάνθρωπον εὐθαρσεστέρους ποιεῖν τοὺς κινδυνεύοντας.

ὁ δὲ παρρησίαν καὶ δηγμὸν ἀνθρώπῳ δυστυχοῦντι προσάγων ὥσπερ ὀξυδορκικὸν ὄμματι ταρασσομένῳ καὶ φλεγμαίνοντι, θεραπεύει μὲν οὐδὲν οὐδ ἀφαιρεῖ τοῦ λυποῦντος, ὀργὴν δὲ τῇ λύπῃ προστίθησι καὶ παροξύνει τὸν ἀνιώμενον.

αὐτίκα γοῦν ὑγιαίνων μέν τις οὐ χαλεπός ἐστιν οὐδ ἄγριος παντάπασιν ἀνδρὶ φίλῳ ψέγοντι μὲν συνουσίας καὶ πότους αὐτοῦ ψέγοντι δ ἀργίαν καὶ ἀγυμνασίαν καὶ λουτρὰ συνεχῆ καὶ πλησμονὰς ἀκαίρους:

νοσοῦντι δ οὐκ ἀνεκτὸν ἀλλὰ μείζων νόσος ἀκούειν ὅτι ταῦτά σοι γέγονεν ἐξ ἀκρασίας καὶ μαλακίας·

καὶ δι ὄψα καὶ γυναῖκας. ὢ τῆς ἀκαιρίας, ἄνθρωπε: διαθήκην γράφω καὶ παρασκευάζεταί μοι καστόριον ἢ σκαμώνιον ὑπὸ τῶν ἰατρῶν, σὺ δὲ νουθετεῖς καὶ φιλοσοφεῖς.

οὕτω τοίνυν καὶ τὰ πράγματα τῶν δυστυχούντων οὐ παρρησίαν ἐνδέχεται καὶ γνωμολογίαν, ἀλλ ἐπιεικείας δεῖται καὶ βοηθείας. καὶ γὰρ αἱ τίτθαι τοῖς παιδίοις πεσοῦσιν οὐ λοιδορησόμεναι προστρέχουσιν, ἀλλ ἤγειραν καὶ περιέπλυναν καὶ κατέστειλαν, εἶθ οὕτως ἐπιπλήττουσι καὶ κολάζουσι.

λέγεται δὲ καὶ Δημήτριος ὁ Φαληρεὺς ὅτε τῆς πατρίδος ἐξέπεσε καὶ περὶ Θήβας ἀδοξῶν καὶ ταπεινὰ πράττων διῆγεν, οὐχ ἡδέως ἰδεῖν προσιόντα Κράτητα, παρρησίαν κυνικὴν καὶ λόγους τραχεῖς προσδεχόμενος:

κακὸν οὐδ ἄξιον φέρειν βαρέως πραγμάτων σφαλερῶν καὶ ἀβεβαίων ἀπηλλαγμένον, ἅμα δὲ θαρρεῖν ἑαυτῷ καὶ τῇ διαθέσει παρακαλοῦντος, ἡδίων γενόμενος καὶ ἀναθαρρήσας·

"φεῦ τῶν πράξεων ἐκείνων καὶ ἀσχολιῶν δι ἃς ἄνδρα τοιοῦτον οὐκ ἔγνωμεν" λυπουμένῳ γὰρ μῦθος εὐμενὴς φίλων, ἄγαν δὲ μωραίνοντι νουθετήματα.

Οὗτος ὁ τρόπος τῶν γενναίων φίλων:

καὶ οὗτοι ταῖς μεταβολαῖς ἐπιφύονται, καθάπερ ἡδόμενοι καὶ ἀπολαύοντες.

καὶ γὰρ ἂν δέηταί τινος ὑπομνήσεως ἐν οἷς δι αὑτὸν ἔπταισε βουλευσάμενος κακῶς, ἱκανόν ἐστι τὸ οὔ τι καθ ἡμέτερόν γε νόον: μάλα γάρ τοι ἔγωγε πόλλ ἀπεμυθεόμην ἐν τίσιν οὖν σφοδρὸν εἶναι δεῖ τὸν φίλον καὶ πότε τῷ τόνῳ χρῆσθαι τῆς παρρησίας·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION