- 텍스트

Plutarch, Quomodo adulator ab amico internoscatur, chapter, section 25

(플루타르코스, Quomodo adulator ab amico internoscatur, chapter, section 25)

ὅθεν ἀρχόμενοί τε τοῦ λόγου παρεκελευσάμεθα καὶ νῦν παρακελευόμεθα τὸ φίλαυτον ἐκκόπτειν ἑαυτῶν καὶ τὴν οἰήσιν:? αὕτη γὰρ ἡμᾶς προκολακεύουσα μαλακωτέρους ποιεῖ τοῖς θυραίοις κόλαξιν, ὡς ἑτοίμους ὄντας. ὡς ἑκάστῳ τοῦ παντὸς ἄξιόν ἐστι μαθόντες ἅμα καὶ φύσιν καὶ τροφὴν καὶ παίδευσιν ἑαυτῶν ἀναθεωρῶμεν ἐλλείμματα μυρία τοῦ καλοῦ καὶ πολὺ τὸ φαύλως καὶ εἰκῇ συμμεμιγμένον ἔχουσαν ἐν πράξεσιν ἐν λόγοις ἐν πάθεσιν, οὐ πάνυ ῥᾳδίως ἐμπεριπατεῖν τοῖς:

κόλαξιν ἑαυτοὺς παρέξομεν. Ἀλέξανδρος μὲν γὰρ ἀπιστεῖν ἔφη τοῖς θεὸν αὐτὸν ἀναγορεύουσιν ἐν τῷ καθεύδειν μάλιστα καὶ ἀφροδισιάζειν, ὡς ἀγεννέστερος:

περὶ ταῦτα καὶ παθητικώτερος αὑτοῦ γιγνόμενος: ἡμεῖς δὲ πολλὰ πολλαχοῦ τῶν ἰδίων αἰσχρὰ καὶ λυπηρὰ καὶ ἀτελῆ καὶ ἡμαρτημένα καθορῶντες ἀεὶ φωράσομεν ἑαυτοὺς οὐκ ἐπαινοῦντος φίλου καὶ κατευλογοῦντος δεομένους, ἀλλ ἐλέγχοντος καὶ παρρησιαζομένου καὶ ψέγοντος ἡμᾶς νὴ Δία κακῶς πράττοντας.

-.

ὀλίγοι μὲν γὰρ ἐκ πολλῶν εἰσιν οἱ παρρησιάζεσθαι μᾶλλον ἢ χαρίζεσθαι τοῖς· φίλοις τολμῶντες:

ἐν δὲ τοῖς ὀλίγοις αὖθις οὐ ῥᾳδίως· ἂν εὑρ´οις ἐπισταμένους τοῦτο ποιεῖν, ἀλλ οἰομένους, ἂν λοιδορῶσι καὶ ψέγωσι, παρρησίᾳ χρῆσθαι. καθάπερ ἄλλῳ τινὶ φαρμάκῳ, καὶ τῷ παρρησιάζεσθαι μὴ τυχόντι καιροῦ τὸ λυπεῖν ἀχρήστως καὶ ταράττειν περίεστι καὶ ποιεῖν τρόπον τινὰ μετ ἀλγηδόνος ὃ ποιεῖ μεθ ἡδονῆς τὸ κολακεύειν.

βλάπτονται γὰρ οὐκ ἐπαινούμενοι μόνον ἀκαίρως ἀλλὰ καὶ ψεγόμενοι:

καὶ τοῦτο μάλιστα τοῖς κόλαξιν εὐλήπτους καὶ πλαγίους παραδίδωσιν , ἀπὸ τῶν σφόδρα προσάντων καὶ ἀντιτύπων ὥσπερ ἐπὶ τὰ κοῖλα καὶ μαλακὰ δίκην ὕδατος ἀπολισθάνοντας. διὸ δεῖ τὴν παρρησίαν ἤθει κεκρᾶσθαι καὶ λόγον ἔχειν ἀφαιροῦντα τὸ ἄγαν καὶ τὸ ἄκρατον αὐτῆς ὥσπερ φωτός, ἵνα μὴ ταραττόμενοι μηδ ἀλγοῦντες ὑπὸ τῶν ἅπαντα μεμφομένων καὶ πᾶσιν ἐγκαλούντων καταφεύγωσιν εἰς τὴν τοῦ κόλακος σκιάν, καὶ πρὸς τὸ μὴ λυποῦν ἀποστρέφωνται.

Φιλόπαππε , κακίαν φευκτέον ἐστὶ δι ἀρετῆς, οὐχὶ διὰ τῆς ἐναντίας κακίας , ὥσπερ ἔνιοι δοκοῦσιν αἰσχυντηλίαν μὲν ἀναισχυντίᾳ φεύγειν ἀγροικίαν δὲ βωμολοχίᾳ, δειλίας δὲ καὶ μαλακίας ἀπωτάτω τίθεσθαι τὸν τρόπον ἂν ἔγγιστα φαίνωνται λαμυρίας καὶ θρασύτητος.

καθάπερ ξύλον τὸ ἦθος ἐκ καμπῆς εἰς τοὐναντίον ἀπειρίᾳ τοῦ κατορθοῦν διαστρέφοντες αἰσχίστη δὲ κολακείας ἄρνησις ἀνωφελῶς λυπηρὸν εἶναι, καὶ κομιδῇ τινος ἀμούσου καὶ ἀτέχνου πρὸς εὔνοιαν ὁμιλίας ἀηδίᾳ καὶ χαλεπότητι φεύγειν τὸ ἀγεννὲς ἐν φιλίᾳ καὶ ταπεινόν, ὥσπερ ἀπελεύθερον ἐν κωμῳδίᾳ τὴν κατηγορίαν ἰσηγορίας ἀπόλαυσιν ἡγούμενον.

ἐφεξῆς ἀπαιτῶν ἐπιτιθέναι τὴν κορωνίδα τῷ συγγράμματι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION