- 텍스트

Plutarch, Quaestiones Naturales, chapter 20

(플루타르코스, Quaestiones Naturales, chapter 20)

διὰ τίν αἰτίαν τὸ τῶν ἀγρίων συῶν δάκρυον ἡδὺ τὸ δὲ τῶν ἐλάφων ἁλμυρόν ἐστι καὶ φαῦλον·? αἰτία δὲ θερμότης καὶ ψυχρότης τούτων, καὶ ψυχρὸν μὲν ὁ ἔλαφος περίθερμον δὲ καὶ πυρῶδες ὁ σῦς:

ὅθεν τὸ μὲν φεύγει τὸ δ ἀμύνεται τοὺς ἐπιόντας, ὅτε καὶ μάλιστα διὰ τὸν θυμὸν ἐκβάλλει τὸ δάκρυον πολλῆς γὰρ ἐπὶ τὰ ὄμματα θερμότητος φερομένης, ὡς εἴρηται φρίξας εὖ λοφιήν, πῦρ ὀφθαλμοῖσι δεδορκώς: γλυκὺ γίγνεται τὸ ἀποτηκόμενον.

ὥσπερ γάλακτος ὀρρόν, τοῦ αἵματος ταραχθέντος, ἐκκρούεσθαι τὸ δάκρυον, ὡς Ἐμπεδοκλῆς.

τοῖς φόβοις ἑκατέρου τοιοῦτον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION