호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
διὰ τί τῶν χυμῶν, ὀκτὼ τῷ γένει ὄντων, ἕνα μόνον, τὸν ἁλμυρόν, ἀπ οὐδενὸς καρποῦ γεννώμενον ὁρῶμεν·? καίτοι καὶ τὸν πικρὸν ἡ ἐλαία φέρει πρῶτον καὶ τὸν ὀξὺν ὁ βότρυς,: εἶτα μεταβάλλων ὁ μὲν γίνεται λιπαρὸς ὁ δ οἰνώδης:
μεταβάλλει δὲ καὶ ὁ στρυφνὸς ἐν ταῖς φοινικοβαλάνοις καὶ ὁ αὐστηρὸς ἐν ταῖς ῥόαις εἰς τὸν γλυκύν: ἔνιαι δὲ ῥόαι καὶ μῆλα τὸν ὀξὺν ἁπλῶς φέρουσιν, ὁ δὲ δριμὺς ἐν ταῖς ῥίζαις καὶ σπέρμασι πολύς ἐστι. τοῖς.
ἀπὸ φυτῶν καὶ σπερμάτων τρεφομένοις, ἥδυσμα δ ἐνίοις γίνεται τῷ τὸ πλήσμιον ἀφαιρεῖν τῶν τρεφόντων : ἤ, καθάπερ τῆς θαλάττης ἕψοντες ἀφαιροῦσι τὸ ἁλυκὸν καὶ δηκτικόν, ἐν τοῖς θερμοῖς ὑπὸ θερμότητος ἐξαμαυροῦται τὸ ἁλμυρόν:
ἢ χυμὸς μέν ἐστιν, ὡς Πλάτων εἶπεν, ὕδωρ ἠθημένον διὰ φυτοῦ, διηθουμένη δὲ καὶ θάλαττα τὸ ἁλμυρὸν ἀποβάλλει· γεῶδες γὰρ καὶ παχυμερές ἐστιν, ὅθεν ὀρύττοντες παρὰ τὸν αἰγιαλὸν ἐντυγχάνουσι ποτίμοις λιβαδίοις, πολλοὶ δὲ καὶ κηρίνοις ἀγγείοις ἀναλαμβάνουσιν ἐκ τῆς θαλάττης ὕδωρ γλυκὺ διηθούμενον, ἀποκρινομένου τοῦ ἁλυκοῦ καὶ γεώδους:
ἡ δὲ δι ἀργίλου προδιαγωγὴ παντάπασι τὴν θάλατταν διηθουμένην πότιμον ἀποδίδωσι τῷ κατέχειν ἐν ἑαυτῇ καὶ μὴ διιέναι τὸ γεῶδες.
οὕτω δὲ τούτων ἐχόντων, εἰκός ἐστι τὰ φυτὰ μήτ ἔξωθεν ἀναλαμβάνειν ἁλμυρίδα μήτ, ἂν ἐν αὐτοῖς λάβῃ γένεσιν, ἐκκρίνειν εἰς τὸν καρπόν:
οἱ γὰρ πόροι διὰ λεπτότητα τὸ γεῶδες καὶ παχυμερὲς οὐ διηθοῦσιν.
ἢ τῆς πικρότητος εἶδος τὴν ἁλμυρότητα θετέον, ὡς Ὅμηρος στόματος δ ἐξέπτυσεν ἅλμην πικρήν, ἥ οἱ πολλὸν ἀπὸ κρατὸς κελάρυζε · καὶ ὁ Πλάτων φησὶν ἀμφοτέρους ῥύπτειν καὶ ἀποτήκειν τοὺς χυμούς, ἧττον δὲ ταῦτα ποιεῖν τὸν ἁλυκὸν καὶ οὐ τραχὺν εἶναι:
ξηραντικόν ἐστι καὶ τὸ ἁλυκόν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기