호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔνιοι δέ φασι μίαν αὐτῶν, ὄνομα Κλοιλίαν, ἵππῳ διεξελάσαι τὸν πόρον, ἐγκελευομένην ταῖσ ἄλλαισ νεούσαισ καὶ παραθαρρύνουσαν. ἐπεὶ δὲ σωθεῖσαι πρὸσ τὸν Ποπλικόλαν ἧκον, οὐκ ἐθαύμασεν οὐδ’ ἠγάπησεν, ἀλλ’ ἠνιάθη, ὅτι Πορσίνα κακίων ἐν πίστει φανεῖται, καὶ τὸ τόλμημα τῶν παρθένων αἰτίαν ἕξει κακούργημα Ῥωμαίων γεγονέναι. διὸ συλλαβὼν αὐτὰσ πάλιν ἀπέστειλε πρὸσ τὸν Πορσίναν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기