호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ταρκυνίου δὲ Ῥωμαίοις δεύτερον πόλεμον ἐν Τυρρηνίᾳ κινοῦντος μέγα σημεῖον λέγεται γενέσθαι:? τῶν δὲ Τυρρηνῶν διαπεπλασμένον τὸ τέθριππον ἐμβαλόντων εἰς κάμινον, οὐκ ἔπαθεν ἃ προσήκει πάσχειν πηλὸν ἐν πυρί, πυκνοῦσθαι καὶ συνιζάνειν, ἐκτηκομένης τῆς ὑγρότητος, ἀλλ ἐξέστη καὶ ᾤδησε καὶ μέγεθος ἔσχεν ἅμα ῥώμῃ καὶ σκληρότητι τοσοῦτον ὥστε μόλις ἐξαιρεθῆναι τὴν ὀροφὴν ἀπ σκευασα μὲν ων τῆς καμίνου καὶ τῶν τοίχων περιαιρεθέντων.
ὡς οὖν ἐδόκει τοῖς μάντεσι θεῖον εἶναι σημεῖον εὐτυχίας καὶ δυνάμεως παρ οἷς ἔσοιτο τὸ τέθριππον, ἔγνωσαν οἱ Οὐήιοι μὴ προέσθαι τοῖς Ῥωμαίοις ἀπαιτοῦσι, καὶ ἀπεκρίναντο τοῦτο Ταρκυνίοις, οὐ τοῖς Ταρκυνίους ἐκβαλοῦσι προσήκειν.
ὀλίγαις δ ὕστερον ἡμέραις ἦσαν ἵππων ἀγῶνες αὐτοῖς. καὶ τὰ μὲν ἄλλα θέαν καὶ σπουδὴν εἰωθυῖαν παρεῖχε, τὸ δὲ νικῆσαν τέθριππον ὁ μὲν ἡνίοχος ἐξήλαυνε τοῦ ἱπποδρόμου σχέδην ἐστεφανωμένος, οἱ δὲ ἵπποι πτοηθέντες ἀπ οὐδεμιᾶς ἐμφανοῦς προφάσεως, ἀλλὰ κατά τι δαιμόνιον ἢ τύχην ἱέντο παντὶ τάχει πρὸς τὴν Ῥωμαίων πόλιν, ἔχοντες τὸν ἡνίοχον, ὡς οὐδὲν ἦν ἔργον αὐτοῦ κατατείνοντος οὐδὲ παρηγοροῦντος, ἀλλ ἡρ´παστο, δόντα τῇ ῥύμῃ καὶ φερόμενον, ἄχρι οὗ τῷ Καπιτωλίῳ προσμίξαντες ἐξέβαλον αὐτὸν ἐνταῦθα παρὰ τὴν πύλην ἣν νῦν Ῥατουμέναν καλοῦσι. γενομένου δὲ τούτου θαυμάσαντες οἱ Οὐήιοι καὶ φοβηθέντες ἐπέτρεψαν ἀποδοῦναι τὸ ἁρ´μα τοῖς τεχνίταις.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기