호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτα δὲ διοικήσας ἀπέδειξεν ἑαυτῷ συνάρχοντα τὸν Λουκρητίας πατέρα Λουκρήτιον, ᾧ τῆς ἡγεμονικωτέρας ἐξιστάμενος ὄντι πρεσβυτέρῳ τάξεως παρέδωκε τοὺς καλουμένους φάσκης καὶ τοῦτο διέμεινεν εἰς ἡμᾶς τὸ πρεσβεῖον ἀπ ἐκείνου τοῖς γεραιτέροις φυλαττό μενον.? ἐπεὶ δ ὀλίγαις ἡμέραις ὕστερον ἐτελεύτησεν ὁ Λουκρήτιος, πάλιν ἀρχαιρεσιῶν γενομένων ᾑρέθη Μᾶρκος Ὡράτιος, καὶ συνῆρχε τῷ Ποπλικόλᾳ τὸν ὑπολειπόμενον χρόνον τοῦ ἐνιαυτοῦ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기