호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ταρκύνιον δὲ τὴν ἐκ προδοσίασ ἀπογνόντα τῆσ ἀρχῆσ ἀνάληψιν ἐδέξαντο Τυρρηνοὶ προθύμωσ καὶ μεγάλῃ δυνάμει κατῆγον. ἀντεξῆγον δὲ τοὺσ Ῥωμαίουσ οἱ ὕπατοι, καὶ παρέταξαν ἐν χωρίοισ ἱεροῖσ, ὧν τὸ μὲν Ἄρσιον ἄλσοσ, τὸ δὲ Αἰσούειον λειμῶνα προσαγορεύουσιν. ἀρχομένων δὲ αὑτῶν συνάγειν εἰσ χεῖρασ Ἄρρων ὁ Ταρκυνίου παῖσ καὶ Βροῦτοσ ὁ Ῥωμαίων ὕπατοσ οὐ κατὰ τύχην ἀλλήλοισ περιπεσόντεσ, ἀλλ’ ὑπ’ ἔχθουσ καὶ ὀργῆσ, ὁ μὲν ὡσ ἐπὶ τύραννον καὶ πολέμιον τῆσ πατρίδοσ, ὁ δὲ τῆσ φυγῆσ ἀμυνόμενοσ, ὡρ́μησαν ὁμόσε τοῖσ ἵπποισ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기