호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ταρκύνιον δὲ τὴν ἐκ προδοσίας ἀπογνόντα τῆς ἀρχῆς ἀνάληψιν ἐδέξαντο Τυρρηνοὶ προθύμως καὶ μεγάλῃ δυνάμει κατῆγον.? ἀντεξῆγον δὲ τοὺς Ῥωμαίους οἱ ὕπατοι, καὶ παρέταξαν ἐν χωρίοις ἱεροῖς, ὧν τὸ μὲν Ἄρσιον ἄλσος, τὸ δὲ Αἰσούειον λειμῶνα προσαγορεύουσιν. ἀρχομένων δὲ αὑτῶν συνάγειν εἰς χεῖρας Ἄρρων ὁ Ταρκυνίου παῖς καὶ Βροῦτος ὁ Ῥωμαίων ὕπατος οὐ κατὰ τύχην ἀλλήλοις περιπεσόντες, ἀλλ ὑπ ἔχθους καὶ ὀργῆς, ὁ μὲν ὡς ἐπὶ τύραννον καὶ πολέμιον τῆς πατρίδος, ὁ δὲ τῆς φυγῆς ἀμυνόμενος, ὡρ´μησαν ὁμόσε τοῖς ἵπποις.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기