호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ταρκύνιον δὲ τὴν ἐκ προδοσίας ἀπογνόντα τῆς ἀρχῆς ἀνάληψιν ἐδέξαντο Τυρρηνοὶ προθύμως καὶ μεγάλῃ δυνάμει κατῆγον.? ἀντεξῆγον δὲ τοὺς Ῥωμαίους οἱ ὕπατοι, καὶ παρέταξαν ἐν χωρίοις ἱεροῖς, ὧν τὸ μὲν Ἄρσιον ἄλσος, τὸ δὲ Αἰσούειον λειμῶνα προσαγορεύουσιν. ἀρχομένων δὲ αὑτῶν συνάγειν εἰς χεῖρας Ἄρρων ὁ Ταρκυνίου παῖς καὶ Βροῦτος ὁ Ῥωμαίων ὕπατος οὐ κατὰ τύχην ἀλλήλοις περιπεσόντες, ἀλλ ὑπ ἔχθους καὶ ὀργῆς, ὁ μὲν ὡς ἐπὶ τύραννον καὶ πολέμιον τῆς πατρίδος, ὁ δὲ τῆς φυγῆς ἀμυνόμενος, ὡρ´μησαν ὁμόσε τοῖς ἵπποις. θυμῷ δὲ μᾶλλον ἢ λογισμῷ προσμίξαντες ἠφείδησαν αὑτῶν καὶ συναπέθανον ἀλλήλοις.
οὕτω δὲ δεινοῦ γενομένου τοῦ προάγωνος οὐκ ἔσχεν ὁ ἀγὼν τέλος ἐπιεικέστερον, ἀλλὰ καὶ δράσαντες ἴσα καὶ παθόντες οἱ στρατοὶ διεκρίθησαν ὑπὸ χειμῶνος. ἐπελθούσης δὲ νυκτὸς οἱάν εἰκὸς οὕτω μεμαχημένοις, καὶ γενομένων ἐν ἡσυχίᾳ τῶν στρατοπέδων, λέγουσι σεισθῆναι τὸ ἄλσος, ἐκ δ αὐτοῦ φωνὴν ἐκπεσεῖν μεγάλην φράζουσαν ὡς ἑνὶ πλείους ἐν τῇ μάχῃ τεθνήκασι Τυρρηνῶν ἢ Ῥωμαίων, ἦν δ ἄρα θεῖόν τι τὸ φθεγξάμενον εὐθύς τε γὰρ ὑπ αὐτοῦ τοῖς μὲν ἀλαλάξαι παρέστη μέγα καὶ θαρρσαλέον, οἱ δὲ Τυρρηνοὶ περίφοβοι γενόμενοι καὶ συνταραχθέντες ἐξέπεσον ἐκ τοῦ στρατοπέδου καὶ διε σπάρησαν οἱ πλεῖστοι:
τοὺς δὲ καταλειφθέντας ὀλίγῳ πεντακισχιλίων ἐλάσσους ἐπελθόντες εἷλον οἱ Ῥωμαῖοι, καὶ τἆλλα διήρπασαν.
οἱ δὲ νεκροὶ διαριθμηθέντες εὑρέθησαν τριακόσιοι μὲν ἐπὶ χιλίοις καὶ μυρίοις οἱ τῶν πολεμίων, οἱ δὲ Ῥωμαίων παρ ἕνα τοσοῦτοι. ταύτην τὴν μάχην λέγουσι γενέσθαι πρὸ μιᾶς καλανδῶν Μαρτίων, ἐθριάμβευσε δ ἀπ αὐτῆς Οὐαλλέριος εἰσελάσας τεθρίππῳ πρῶτος ὑπάτων. καὶ τὸ πρᾶγμα σεμνὴν καὶ μεγαλοπρεπῆ παρέσχεν ὄψιν, οὐκ ἐπίφθονον οὐδ ἀνιάσασαν, ὡς ἔνιοι λέγουσι, τοὺς ὁρῶντας:
οὐ γὰρ ἂν ἔσχε ζῆλον τοσοῦτον οὐδὲ φιλοτιμίαν εἰς ἔτη πάμπολλα διαμένουσαν. ἀπεδέξαντο δὲ τοῦ Οὐαλλερίου καὶ τὰς εἰς τὸν συνάρχοντα τιμάς, αἷς ἐκκομιζόμενον καὶ θαπτόμενον ἐκόσμησε: καὶ λόγον ἐπ αὐτῷ διεξῆλθεν ἐπιτάφιον, ὃς οὕτως ὑπὸ Ῥωμαίων ἠγαπήθη καὶ τοσαύτην ἔσχε χάριν ὥστε πᾶσι τοῖς ἀγαθοῖς καὶ μεγάλοις ὑπάρχειν ἐξ ἐκείνου τελευτήσασιν ὑπὸ τῶν ἀρίστων ἐγκωμιάζεσθαι.
λέγεται δὲ καὶ τῶν Ἑλληνικῶν ἐπιταφίων ἐκεῖνος γενέσθαι πρεσβύτερος, εἴγε μὴ καὶ τοῦτο Σόλωνός ἐστιν, ὡς Ἀναξιμένης ὁ ῥήτωρ ἱστόρηκεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기