호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἦν μὲν γὰρ ἐστεφανωμένουσ ἰδεῖν, ἦν δὲ τοὺσ αὐτοὺσ καὶ δακρύοντασ, ἦν δὲ τοὺσ ἐχθροὺσ δεσμίουσ ἀγομένουσ, αὐτὴν δὲ τὴν ὑδρίαν ὑπὸ πλήθουσ ταινιῶν τε καὶ στεφάνων μόλισ ὁρωμένην ἐκόμιζεν ὁ τοῦ στρατηγοῦ τῶν Ἀχαιῶν παῖσ Πολύβιοσ καὶ περὶ αὑτὸν οἱ πρῶτοι τῶν Ἀχαιῶν. οἱ δὲ στρατιῶται ὠπλισμένοι μὲν αὐτοί, τοῖσ δ’ ἵπποισ κεκοσμημένοισ ἐπηκολούθουν, οὔτε, οἱο͂ν ἐπὶ πένθει τοσούτῳ, κατηφεῖσ οὔτε τῇ νίκῃ γαυριῶντεσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기