호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὀλίγαις δ ὕστερον ἡμέραις καθ ὁδὸν ἐν δυσχωρίαις τισὶν ἄφνω τοῦ Νάβιδος ἐπιφανέντος αὐτῷ καὶ φοβήσαντος τοὺς Ἀχαιούς ἀνέλπιστον ἡγουμένους τὴν σωτηρίαν ἐκ τόπων χαλεπῶν καὶ γεγονότων ὑποχειρίων τοῖς πολεμίοις, ὀλίγον χρόνον ἐπιστὰς καὶ περιλαβὼν ὄψει τὴν τοῦ χωρίου φύσιν ἐπέδειξε τὴν τακτικὴν τῶν ἄκρων τῆς πολεμικῆς τέχνην οὖσαν οὕτω μικρὰ κινήσας τὴν ἑαυτοῦ φάλαγγα καὶ πρὸς τὰ παρόντα μεθαρμόσας ἀθορύβως καὶ ῥᾳδίως διεκρούσατο τὴν ἀπορίαν, καὶ προσβαλὼν τοῖς πολεμίοις τροπὴν ἰσχυρὰν ἐποίησεν.??
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기