호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτα μὲν οὖν καλὰ τοῦ Φιλοποίμενος:? ἡ δ εἰς Κρήτην αὖθις ἀποδημία Γορτυνίων δεηθέντων, ὡς χρήσαιντο πολεμούμενοι στρατηγῷ, διαβολὴν ἔσχεν, ὅτι τῆς πατρίδος αὐτοῦ πολεμουμένης ὑπὸ Νάβιδος ἀπῆν φυγομαχῶν ἡ φιλοτιμούμενος ἀκαίρως πρὸς ἑτέρους, καίτοι συντόνως οὕτως ἐπολεμήθησαν Μεγαλοπολῖται κατὰ τὸν χρόνον ἐκεῖνον ὥστε τοῖς μὲν τείχεσιν ἐνοικεῖν, σπείρειν δέ τοὺς στενωπούς, περικεκομμένης τῆς χώρας καὶ τῶν πολεμίων σχεδὸν ἐν ταῖς πύλαις στρατοπεδευόντων. ὁ δὲ Κρησὶ πολεμῶν τηνικαῦτα καὶ στρατηγῶν διαπόντιος ἐγκλήματα παρεῖχε καθ ἑαυτοῦ τοῖς ἐχθροῖς ὡς ἀποδιδράσκων τὸν οἴκοι πόλεμον.
ἦσαν δέ τινες οἱ λέγοντες, ἑτέρους τῶν Ἀχαιῶν ᾑρημένων ἄρχοντας, ἰδιώτην ὄντα τὸν Φιλοποίμενα χρῆσαι τὴν ἑαυτοῦ σχολὴν ἐφ ἡγεμονίᾳ δεηθεῖσι τοῖς Γορτυνίοις. ἦν γὰρ ἀλλότριος σχολῆς, καθάπερ ἄλλο τι κτῆμα τὴν στρατηγικὴν καὶ πολεμικὴν ἀρετὴν ἔχειν διὰ παντὸς ἐν χρήσει καὶ τριβῇ βουλόμενος, ὡς καὶ τῷ περὶ Πτολεμαίου ποτὲ ῥηθέντι τοῦ βασιλέως ἀπεδήλωσεν.
"βασιλέα θαυμάσειεν ἐν τούτῳ τῆς ἡλικίας μὴ ἐπιδεικνύμενον, ἀλλὰ μελετῶντα· χαλεπῶς δ οὖν οἱ Μεγαλοπολῖται φέροντες ἐπὶ τούτῳ καὶ προδεδόσθαι νομίζοντες ἐπεχείρησαν ἀποξενοῦν αὐτόν:
οἱ δ Ἀχαιοὶ διεκώλυσαν Ἀρίσταινον πέμψαντες εἰς Μεγάλην πόλιν στρατηγόν, ὃς καίπερ ὢν διάφορος τῷ Φιλοποίμενι περὶ τὴν πολιτείαν, οὐκ εἰάσε τελεσθῆναι τὴν καταδίκην. ἐκ δὲ τούτου παρορώμενος ὑπὸ τῶν πολιτῶν ὁ Φιλοποίμην ἀπέστησε πολλὰς τῶν περιοικίδων κωμῶν, λέγειν διδάξας ὡς οὐ συνετέλουν οὐδὲ ἦσαν ἐξ ἀρχῆς ἐκείνων, καὶ λεγούσαις ταῦτα φανερῶς συνηγωνίσατο καὶ συγκατεστασίασε τὴν πόλιν ἐπὶ τῶν Ἀχαιῶν, ταῦτα μὲν οὖν ὕστερον.
ἐν δὲ τῇ Κρήτῃ συνεπολέμει τοῖς Γορτυνίοις, οὐχ ὡς Πελοποννήσιος ἀνὴρ καὶ Ἀρκὰς ἁπλοῦν τινα καὶ γενναῖον πόλεμον, ἀλλὰ τὸ Κρητικὸν ἦθος ἐνδὺς καὶ τοῖς ἐκείνων σοφίσμασι καὶ δόλοις κλωπείαις τε καὶ λοχισμοῖς χρώμενος ἐπ αὐτούς ταχὺ παῖδας ἀπέδειξεν ἀνόητα καὶ κενὰ πρὸς ἐμπειρίαν ἀληθινὴν πανουργοῦντας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기