호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
λέγεται δὲ τῆς τῶν Νεμείων πανηγύρεως συνεστώσης στρατηγοῦντα τὸν Φιλοποίμενα τὸ δεύτερον καὶ νενικηκότα μὲν οὐ πάλαι τὴν ἐν Μαντινείᾳ μάχην, τότε δὲ σχολὴν ἄγοντα διὰ τὴν ἑορτήν, πρῶτον μὲν ἐπιδεῖξαι τοῖς Ἕλλησι κεκοσμημένην τὴν φάλαγγα καὶ κινουμένην, ὥσπερ εἴθιστο, τοὺς τακτικοὺς ῥυθμοὺς μετὰ τάχους καὶ ῥώμης:? ἅμα δὲ τῇ λαμπρότητι τῆς φωνῆς τοῦ περὶ τὴν ποίησιν ὄγκου συμπρέψαντος ἐπίβλεψιν γενέσθαι τοῦ θεάτρου πανταχόθεν εἰς τὸν Φιλοποίμενα καὶ κρότον μετὰ χαρᾶς, τῶν Ἑλλήνων τὸ παλαιὸν ἀξίωμα ταῖς ἐλπίσιν ἀναλαμβανόντων καὶ τοῦ τότε φρονήματος ἔγγιστα τῷ θαρρεῖν γινομένων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기