호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἶδοσ δὲ τάξεωσ καὶ σχήματοσ εἰσ σπεῖραν οὐκ ἦν σύνηθεσ, φάλαγγι δὲ χρώμενοι μήτε προβολὴν ἐχούσῃ μήτε συνασπισμὸν ὡσ ἡ Μακεδόνων, ῥᾳδίωσ ἐξεθλίβοντο καὶ διεσπῶντο. ταῦτα ὁ Φιλοποίμην διδάξασ ἔπεισεν αὐτοὺσ ἀντὶ μὲν θυρεοῦ καὶ δόρατοσ ἀσπίδα λαβεῖν καὶ σάρισαν, κράνεσι δὲ καὶ θώραξι καὶ περικνημῖσι πεφραγμένουσ μόνιμον καὶ βεβηκυῖαν ἀντὶ δρομικῆσ καὶ πελταστικῆσ μάχην ἀσκεῖν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기