- 텍스트

Plutarch, Philopoemen, chapter 9

(플루타르코스, Philopoemen, chapter 9)

πρῶτον μὲν οὖν τὰ περὶ τὰς τάξεις καὶ τοὺς ὁπλισμοὺς φαύλως ἔχοντα τοῖς Ἀχαιοῖς ἐκίνησεν.? ἐχρῶντο μὲν γὰρ θνρεοῖς μὲν εὐπετέσι διὰ λεπτότητα καὶ στενωτέροις τοῦ περιστέλλειν τὰ σώματα, δόρασι δὲ μικροτέροις πολὺ τῶν σαρισῶν καὶ διὰ τοῦτο πλῆκται καὶ μάχιμοι πόρρωθεν ἦσαν ὑπὸ κουφότητος, προσμίξαντες δὲ τοῖς πολεμίοις ἔλαττον εἶχον: εἶδος δὲ τάξεως καὶ σχήματος εἰς σπεῖραν οὐκ ἦν σύνηθες, φάλαγγι δὲ χρώμενοι μήτε προβολὴν ἐχούσῃ μήτε συνασπισμὸν ὡς ἡ Μακεδόνων, ῥᾳδίως ἐξεθλίβοντο καὶ διεσπῶντο.

ταῦτα ὁ Φιλοποίμην διδάξας ἔπεισεν αὐτοὺς ἀντὶ μὲν θυρεοῦ καὶ δόρατος ἀσπίδα λαβεῖν καὶ σάρισαν, κράνεσι δὲ καὶ θώραξι καὶ περικνημῖσι πεφραγμένους μόνιμον καὶ βεβηκυῖαν ἀντὶ δρομικῆς καὶ πελταστικῆς μάχην ἀσκεῖν. πείσας δὲ καθοπλίσασθαι τοὺς ἐν ἡλικίᾳ πρῶτον μὲν ἐπῆρε θαρρεῖν ὡς ἀμάχους γεγονότας, ἔπειτα τὰς τρυφὰς αὐτῶν καὶ τὰς πολυτελείας ἄριστα μετεκόσμησεν.

ἦν οὖν ἰδεῖν τὰ μὲν ἐργαστήρια μεστὰ κατακοπτομένων κυλίκων καὶ Θηρικλείων, χρυσουμένων δὲ θωράκων καὶ καταργυρουμένων θυρεῶν καὶ χαλινῶν, τὰ δὲ στάδια πώλων δαμαζομένων καὶ νεανίσκων ὁπλομαχούντων, ἐν δὲ ταῖς χερσὶ τῶν γυναικῶν κράνη καὶ πτερὰ βαφαῖς κοσμούμενα καὶ χιτώνων ἱππικῶν καὶ στρατιωτικῶν χλαμύδων διηνθισμένων:

ἡ δ ὄψις αὕτη τὸ θάρσος αὔξουσα καὶ παρακαλοῦσα τὴν ὁρμὴν ἐποίει φιλοπαράβολον καὶ πρόθυμον ἐπὶ τοὺς κινδύνους, ἡ μὲν γὰρ ἐν τοῖς ἄλλοις θεάμασι πολυτέλεια τρυφὴν ἐπάγεται καὶ μαλακίαν ἐνδίδωσι τοῖς χρωμένοις, ὥσπερ ὑπὸ νυγμῶν καὶ γαργαλισμῶν τῆς αἰσθήσεως συνεπικλώσης τὴν διάνοιαν, ἡ δ εἰς τὰ τοιαῦτα ῥώννυσι καὶ μεγαλύνει τὸν θυμόν, ὥσπερ Ὅμηρος ἐποίησε τὸν Ἀχιλλέα τῶν καινῶν ὅπλων παρατεθέντων ἐγγὺς ὑπὸ τῆς ὄψεως οἱο῀ν ὀργῶντα καὶ φλεγόμενον πρὸς τὴν δι αὐτῶν ἐνέργειαν.

καὶ γὰρ ἡ τάξις θαυμαστῶς ἠγαπᾶτο ἄθραυστόν τι λαμβάνειν πύκνωμα δοκοῦσα, καὶ τὰ ὅπλα τοῖς σώμασιν ἐγίνετο χειροήθη καὶ κοῦφα, μεθ ἡδονῆς διὰ λαμπρότητα καὶ κάλλος ἁπτομένων καὶ φορούντων, ἐναγωνίσασθαί τε βουλομένων καὶ διακριθῆναι τάχιστα πρὸς τοὺς πολεμίους.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION